Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.735
Not analysed yet
Alexander Aphrod. de mixtione p. 233, 14 Bruns. ἐπεὶ δὲ πρὸς κατασκευὴν τοῦ σῶμα διὰ σώματος χωρεῖν χρῶνται καὶ ταῖς τῶν ζῴων διὰ τῆς τροφῆς αὐξήσεσιν -ἡ γὰρ αὔξησις τῇ προσθήκῃ τῆς τροφῆς ⟨γίνεται· ὥστε εἰ⟩ πάντῃ [καὶ] αὔξεται τὰ αὐξανόμενα, πάντῃ ἂν ἡ τροφὴ προσκρίνοιτο τῷ προυπάρχοντι σώματι. οὐχ οἷόν τε δὲ πάντῃ προσκριθῆναι τὴν μὴ διὰ παντός τε καὶ πρὸς πᾶν ἐνεχθεῖσαν· ἀλλ’ εἰ διὰ παντὸς ἡ τροφὴ τοῦ σώματος φέρεται, σῶμα οὖσα, ἀναγκαῖον εἶναι δόξει, σῶμα διὰ σώματος χωρεῖν, εἴγε μόνως οὕτως οἷόν τε τὴν ἐκ τῆς τροφῆς προσθήκην παντὶ τῷ τρεφομένῳ γίνεσθαι σώματι -ὅτι οὖν μὴ οὕτως τὸ τρέφεσθαί τε καὶ αὔξεσθαι γίνεται (οὐδὲν γὰρ τῶν ἀδυνάτων γίνεται) φέρε ⟨παραστήσω⟩ ἐκθέμενος τὴν Ἀριστοτέλους δόξαν τὴν περὶ αὐξήσεως τε καὶ τροφῆς. p. 234, 23. εἴτε σώματι λέγοιτο ἡ αὔξησις γίνεσθαι προστιθεμένῳ, ἔσται σῶμά τε διὰ σώματος χωροῦν καὶ γινόμενον σώματι, εἴγε καθὸ μὲν αὔξεταί τι, κατὰ τοῦτο τὴν προσθήκην λαμβάνει· κατὰ πάντα δὲ τὸ αὐξόμενον αὔξεται· ὥστε κατὰ πᾶν καὶ προσθήκην λήψεται. ἀλλ’ εἰ σῶμα ὂν κατὰ πᾶν ἑαυτὸ τὴν προσθήκην λαμβάνει, δεήσει διὰ παντὸς αὐτοῦ χωροῦν τὸ προστιθέμενον αὐτῷ (τοῦτο δέ ἐστιν ἡ τροφή) τὴν αὔξησιν αὐτοῦ ποιεῖσθαι. εἰ γὰρ λέγει τις διά τινων κενῶν γενέσθαι τὴν δίοδον τῆς τροφῆς, ἀνάγκη τούτῳ λέγειν πᾶν τὸ τρεφόμενον σῶμα εἶναι κενόν, εἰ καθὸ μὲν ἡ πάροδος τῆς τροφῆς, κενὸν κατὰ τοῦτο· κατὰ πάντα δ’ αὐτοῦ ἡ πάροδος τῆς τροφῆς, εἰ δὴ κατὰ πάντα αὔξεται.