Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.762
Not analysed yet
Plutarchus de comm. not. cp. 44 p. 1083a. Ὁ τοίνυν περὶ αὐξήσεως λόγος ἐστὶ μὲν ἀρχαῖος· ἠρώτηται γάρ, ὥς φησι Χρύσιππος, ὑπὸ Ἐπιχάρμου· τῶν δ’ ἐν Ἀκαδημείᾳ οἰομένων, μὴ πάνυ ῥᾴδιον μηδ’ αὐτόθεν ἕτοιμον εἶναι τὴν ἀπορίαν ——κατεβόησαν, ὡς τὰς προλήψεις ἀναιρούντων. ——p. 1083c. Οὕτω δέ πως τούτων λεγομένων καὶ τιθεμένων (praecedit Academicorum sententia περὶ αὐξήσεως) τί ἀξιοῦσιν οἱ πρόδικοι τῆς ἐναργείας οὗτοι καὶ κανόνες τῶν ἐννοιῶν; Ἕκαστον ἡμῶν δίδυμον εἶναι καὶ διφυᾶ καὶ διττόν ——δύο σώματα ταὐτὸν ἔχοντα χρῶμα, ταὐτὸν δὲ σχῆμα, ταὐτὸν δὲ βάρος καὶ τόπον ⟨τὸν αὐτόν, καὶ ταῦθʼ⟩ ὑπὸ μηδενὸς ἀνθρώπων ὁρώμενα πρότερον ——ὡς δύο ἡμῶν ἕκαστός ἐστιν ὑποκείμενα, τὸ μὲν οὐσία, τὸ δὲ ⟨ποιότης⟩· καὶ τὸ μὲν ἀεὶ ῥεῖ καὶ φέρεται, μήτ’ αὐξόμενον μήτε μειούμενον, μήτε ὅλως οἷόν ἐστι διαμένον, τὸ δὲ διαμένει καὶ αὐξάνεται καὶ μειοῦται καὶ πάντα πάσχει τἀναντία θατέρῳ, συμπεφυκὸς καὶ συνηρμοσμένον καὶ συγκεχυμένον, καὶ τῆς διαφορᾶς τῇ αἰσθήσει μηδαμοῦ παρέχον ἅψασθαι.