Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.763
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 29 p. 1047b. Ἐν δὲ ταῖς Φυσικαῖς Θέσεσι περὶ τῶν ἐμπειρίας. καὶ ἱστορίας δεομένων διακελευσάμενος τὴν ἡσυχίαν ἔχειν, ἂν μήτι κρείττον καὶ ἐναργέστερον ἔχωμεν λέγειν ἵνα, φησί, μήτε Πλάτωνι παραπλησίως ὑπονοήσωμεν, τὴν μὲν ὑγρὰν τροφὴν εἰς τὸν πλεύμονα φέρεσθαι, τὴν δὲ ξηρὰν εἰς τὴν κοιλίαν, μήτε ἕτερα παραπλήσια γεγονότα τούτοις διαπτώματα.