Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.792
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 117 (argumenta Stoicorum enumerat, quibus animam corpus esse probabant). 1. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστιν σῶμα. -9. ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν. -21. οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον. -28. οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ’ ἀλλήλων, ὅσα ἅπτεται ἀλλήλων. -30. ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν, τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ ψυχῇ ἔμψυχοι· οὐδὲ εἰ ἄνευ τοῦ συμφύτου πνεύματος μὴ δύναιτο τὰ ζῷα εἶναι, διὰ τοῦτο τοῦτό ἐστι ψυχή.