Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.793
Not analysed yet
Alexander Aphrod. de anima p. 18, 10 Bruns. τὸ δὲ λέγειν τῶν τοῦ σώματος μερῶν ἀνάγκην εἶναι καὶ τὰ μέρη σώματα εἶναι, ὥσπερ καὶ τῆς ἐπιφανείας καὶ τῆς γραμμῆς καὶ τοῦ χρόνου τὰ μέρη τῆς μὲν ἐπιφάνειαι, τῆς δὲ γραμμαί, τοῦ δὲ χρόνοι, μέρη δὲ τοῦ ζῴου σώματος ὄντος τό τε εἶδος καὶ ἡ ὕλη, ὥστε καὶ σώματα, πεπλανημένων. idem p. 18, 27. ἀλλ’ οὐδὲ ὁ λέγων λόγος οὗ τὸ μέρος σῶμα καὶ αὐτὸ σῶμα, τῆς δὲ ψυχῆς ἡ αἴσθησις μέρος οὖσα σῶμά ἐστι, καὶ αὐτὴ ἄρα σῶμα, δείκνυσίν τι. -p. 19, 2. καὶ γὰρ εἰ σῶμα ἡ ψυχή, καὶ σῶμα οὐχ ὡς ἡ ὕλη, ἔσται ἐξ ὕλης καὶ εἴδους, εἴγε πᾶν σῶμα κατ’ αὐτοὺς τὸ παρὰ τὴν ὕλην τοιοῦτον.