Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.797
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 115, 32 Bruns. ἀλλ’ οὐδὲ ὡς ἐν ἀγγείῳ τῷ σώματι εἴη ἂν ἡ ψυχή. εἴη γὰρ ἂν καὶ οὕτως οὐχ ὅλον ἔμψυχον τὸ σῶμα. ἀλλὰ οὐδὲ κατὰ παράθεσιν. οὐδὲ γὰρ οὕτως ὅλον ἔμψυχον ἔσται τὸ σῶμα. ——εἰ δὲ ὅλον δι’ ὅλου, ἐπειδὴ πᾶν τὸ σῶμα ἔμψυχον, πῶς σῶμα διὰ σώματος διήκει, δεικνύναι δεῖ. καὶ γὰρ καί, ἐπεὶ αἱ τῆς ψυχῆς ποιότητες σώματα κατ’ αὐτοὺς καὶ αἱ τοῦ σώματος, πολλὰ σώματά ἐστιν ἐν τῷ αὐτῷ καὶ διάφορα δι’ ἀλλήλων διήκοντα καὶ ἐν τῷ αὐτῷ τόπῳ. p. 116, 13. ἔτι εἰ καὶ αἱ ἀρεταὶ σώματα καὶ αἱ τέχναι, πῶς οὐ προσγενόμενα ταῦθτά τινι στενοχωρήσει τὸ σῶμα ἢ αὐξήσει;