Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.849
Not analysed yet
Sextus adv. math. VII 307. ναί φασιν (scil. dogmatici i. e. Stoici) ἀλλὰ ταὐτόν ἐστι διάνοια καὶ αἴσθησις, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν διάνοια, κατ’ ἄλλο δὲ αἴσθησις· καὶ ὃν τρόπον τὸ αὐτὸ ποτήριον κοῖλόν τε καὶ περίκυρτον λέγεται, οὐ κατὰ ταὐτὸ δέ, ἀλλὰ κατ’ ἄλλο μὲν κοῖλον, οἷον τὸ ἐντὸς μέρος, κατ’ ἄλλο δὲ περίκυρτον, καθάπερ τὸ ἐκτός, καὶ ὡς ἡ αὐτὴ ὁδὸς ἀνάντης τε καὶ κατάντης νοεῖται, ἀνάντης μὲν τοῖς ἀνιοῦσι δι’ αὐτῆς, κατάντης δὲ τοῖς κατιοῦσιν, οὕτως ἡ αὐτὴ δύναμις κατ’ ἄλλο μέν ἐστι νοῦς κατ’ ἄλλο δὲ αἴσθησις, καὶ οὐκ εἴργεται ἡ αὐτὴ οὖσα τῆς προειρημένης τῶν αἰσθήσεων καταλήψεως. ibid. 359. ἀλλ’ ἔνιοι τῶν δογματικῶν τὴν ἀνώτερον εἰρημένην ὑπότευξιν καὶ ἐπὶ τοῦ παρόντος θρυλοῦσι, λέγοντες μὴ κεχωρίσθαι ταῦτα τὰ διαφέροντα τῆς ψυχῆς μέρη, τουτέστι τὸ λογικὸν καὶ ἄλογον, ἀλλ’ ὡς τὸ μέλι ὅλον δι’ ὅλου ὑγρὸν ἅμα καὶ γλυκύ ἐστιν, οὕτω καὶ ἡ ψυχὴ ὅλη δι’ ὅλου δύο ἔχει τὰς ἀντιπαρηκούσας ἀλλήλαις δυνάμεις, ὧν ἡ μέν ἐστι λογικὴ ἡ δὲ ἄλογος· καὶ κινεῖσθαι τὴν μὲν λογικὴν ὑπὸ τῶν νοητῶν, τὴν δὲ ἄλογον ἀντιληπτικὴν γίνεσθαι τῶν αἰσθητῶν ὅθεν καὶ μάταιον εἶναι τὸ λέγειν τὴν διάνοιαν ἢ κοινῶς τὴν ψυχὴν μὴ δύνασθαι τῆς ἑτέρας τούτων τῶν πραγμάτων διαφορᾶς ἀντιλαμβάνεσθαι· διάφορον γὰρ ἔχουσα τὴν κατασκευήν, εὐθὺς καὶ ἀμφοτέρων ἔσται ἀντιληπτική.