Ancient Greek · ~3 min
1.850 to 1.854
Chrysippus, Fragmenta Logica et Physica 1.850-854
Not analysed yet
Aëtius Plac. IV 8, 1. Οἱ Στωϊκοὶ ὁρίζονται οὕτως τὴν αἴσθησιν· αἴσθησίς ἐστιν ἀντίληψις δι’ αἰσθητηρίου ἢ κατάληψις. πολλαχῶς δὲ λέγεται ἡ αἴσθησις ἥ τε γὰρ ἕξις καὶ ἡ δύναμις καὶ ἡ ἐνέργεια· καὶ ἡ φαντασία ἡ καταληπτικὴ δι’ αἰσθητηρίου γίνεται κατ’ αὐτὸ τὸ ἡγεμονικόν. ἀφ’ οὗ πάλιν αἰσθητήρια λέγεται πνεύματα νοερὰ ἀπὸ τοῦ ἡγεμονικοῦ ἐπὶ τὰ ὄργανα τεταμένα. Aëtius Plac. IV 8, 8. Οἱ Στωϊκοὶ σωμάτων τὰς αἰσθήσεις. Aëtius Plac. IV 8, 7. Οἱ Στωϊκοὶ τήνδε τὴν κοινὴν αἴσθησιν ἐντὸς ἁφὴν προσαγορεύουσι, καθ’ ἣν καὶ ἡμῶν αὐτῶν ἀντιλαμβανόμεθα. Aëtius Plac. IV 10, 1. Οἱ Στωϊκοὶ πέντε τὰς εἰδικὰς αἰσθήσεις, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφήν. Aëtius Plac. IV 23, 1. Οἱ Στωϊκοὶ τὰ μὲν πάθη ἐν τοῖς πεπονθόσι τόποις, τὰς δὲ αἰσθήσεις ἐν τῷ ἡγεμονικῷ.