Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.864
Not analysed yet
Alexander Aphrod. de anima libri mant. p. 130, 14 Bruns. Εἰσὶν δέ τινες, οἳ διὰ τῆς τοῦ ἀέρος συνεντάσεως τὸ ὁρᾶν φασι γίνεσθαι. νυττόμενον γὰρ ὑπὸ τῆς ὄψεως τὸν συνάπτοντα τῇ κόρῃ ἀέρα σχηματίζεσθαι εἰς κῶνον· τούτου δὲ οἷον τυπουμένου κατὰ τὴν βάσιν ὑπὸ τῶν ὁρατῶν τὴν αἴσθησιν γίνεσθαι, καθάπερ καὶ τῇ ἁφῇ, διὰ βακτηρίας. 26. ἀλλὰ καὶ τῆς ὄψεως ἀπὸ τοῦ ἡγεμονικοῦ γινομένης, εἰ καὶ ἐπὶ ταύτης τὰ τῆς τονικῆς κινήσεώς ἐστιν, ὥσπερ λέγεται πρὸς αὐτῶν, πῶς οὐ γίνονται διαλείψεις τινὲς τοῦ ὁρᾶν, ἅτε μὴ συνεχοῦς ἐπὶ τὰ πέρατα τῆς τάσεως γινομένης, δι’ αὐτὸ δὲ τοῦτο μηδὲ τῆς ἐπερείσεως; ὅπερ ἄν τις ἐπιζητήσειεν καὶ περὶ τῆς ἁφῆς, καθ’ ἣν ἁπτόμεθα τῶν ἑτέρων σωμάτων· οὐδὲ γὰρ ἐπὶ ταύτης διαλείψεις τῆς ἀντιλήψεως γίνονται· ἔδει δέ γε· τοιαύτη γὰρ ἡ τονικὴ κίνησις κατ’ αὐτούς. εἰ δὲ τὸ πνεῦμα τοῦτο δή, ὃ καλοῦσιν ὄψιν, μόνον κινεῖται τὴν προειρημένην κίνησιν, ἣν λέγουσι τονικήν, ἄλογον τὸ ἐπὶ μόνου τούτου λέγειν οὕτω· καίτοι γε οὔ φασιν.