Ancient Greek
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.870
Not analysed yet
Galenus de symptomatum causis I 2 Vol. VII p. 98 K. (de oculorum morbis locutus:) οὕτω δὲ καὶ τὸ πνεῦμα τὸ ψυχικὸν ἢ ἀκιβῶς ἐστι καθαρόν, οἷός περ ὁ αἰθήρ, ἢ ὑγρὸν καὶ θολερὸν ὁμίχλης δίκην· καὶ κατὰ τὸ ποσὸν τῆς οὐσίας ἤτοι πλέον ἢ ἔλαττον. ἐὰν μὲν οὖν ἅμα πολύ τε καὶ αἰθερῶδες ὑπάρξῃ, καὶ τὰ πλεῖστον ἀπέχοντα θεᾶται καὶ ἀκριβῆ τὴν διάγνωσιν αὐτῶν ποιεῖται. ἐὰν δὲ ὀλίγον μὲν ᾖ, καθαρὸν δέ, τὰ μὲν ἐγγὺς ἀκριβῶς διαγινώσκει, τὰ πόρρωθεν δὲ οὐχ ὁρᾷ· ἐὰν δὲ ὑγρότερόν τε ἅμα καὶ πολὺ τύχῃ, μέχρι μὲν πλείστου, οὐκ ἀκριβῶς δ’ ὁρᾷ· ὥσπερ γε καὶ εἰ ὑγρόν τε ἅμα καὶ ὀλίγον εἴη, οὔτ’ ἀκριβῶς οὔτ’ ἄχρι πλείστου ὁρᾷ.