Ancient Greek · ~4 min
1.871 to 1.875
Chrysippus, Fragmenta Logica et Physica 1.871-875
Not analysed yet
Gellius Noct. Att. V 16, 2. Stoici causas esse videndi dicunt radiorum ex oculis in ea, quae videri queunt, emissionem aërisque simul intentionem. Diogenes Laërt. VII 158. ἀκούειν δὲ ⟨ἡμᾶς⟩ τοῦ μεταξὺ τοῦ [τε] φωνοῦντος καὶ τοῦ ἀκούοντος ἀέρος πληττομένου σφαιροειδῶς, εἶτα κυματουμένου καὶ ταῖς ἀκοαῖς προσπίπτοντος, ὡς κυματοῦται τὸ ἐν τῇ δεξαμενῇ ὕδωρ κατὰ κύκλους ὑπὸ τοῦ ἐμβληθέντος λίθου. Alexander Aphrod. de anima libri mant. p. 118, 25 Bruns. ἔτι εἰ τὸ γεννητικὸν μόριον ψυχικόν φασίν, τοῦτο δὲ ὑπὸ τὸ φυτικόν, εἴη ἂν καὶ τὸ φυτικὸν πᾶν ψυχικόν. Philo de incorr. mundi p. 256, 7. καὶ γὰρ εὔηθες, ἄνθρωπον ζῶντα μὲν ὀγδόῳ μέρει ψυχῆς, ὃ καλεῖται γόνιμον, πρὸς τὴν τοῦ ὁμοίου σπορὰν χρῆσθαι, τελευτήσαντα δὲ ὅλῳ ἑαυτῷ. θάνατος γὰρ οὔτι ζωῆς ἀνυσιμώτερος (Sunt verba Stoici cuiusdam, fortasse Panaetii, contra Chrysippum disputantis). cf. Tertullian. de anima c. 14. Galenus de causis pulsuum IV 3 Vol. IX p. 159 K. διαχεῖται γὰρ τὸ θερμὸν τοῖς ἡδομένοις εἰς ἅπαν τὸ σῶμα καὶ ἡ ἐκτὸς αὐτοῦ κρατεῖ κίνησις, ὥσπερ τοῖς λυπουμένοις ἡ ἐντός.