Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.890
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 2 (114) p. 258 Mü. Οὐ μὴν τοῦτό γ’ ἦν σοι τὸ ἀμφισβητούενον, εἰ τὸ θυμούμενον τῆς ψυχῆς ἐν καρδίᾳ κατῴκισται, ἀλλ’ εἰ τὸ λογιζόμενον, ὅπερ ἐχρῆν ἀποδείξαντα μὴ πολλὰ κάμνειν ὑπὲρ τοῦ θυμουμένου, μηδ’ ἐμπιπλάναι τὸ βιβλίον ἐπῶν ποιητικῶν, ὦν ἐφεξῆς γράφεις ὡδί (Il. Σ 109) Ὅς γε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. Καὶ πάλιν· (frg. trag. adesp. 142 N.) Ὁ θυμὸς αὐτὸν τῶν φρενῶν ἐξῇρ’ ἄνω. καὶ πάλιν· (frg. trag. adesp. 143 N.) Πηδῶν δ' ὁ θυμὸς ἔνδοθεν μαντεύεται. καὶ μυρία ἕτερα τοιαῦτα παρ’ ὅλον τὸ γράμμα, κατασκευάζοντα τὸ θυμούμενον ὑπάρχειν ἐν τῇ καρδίᾳ, δέον μὴ τοῦτο δεικνύειν ἀλλὰ τὸ λογιζόμενον, ἢ νὴ Δία, εἴπερ ἀδύνατος ἦν ἄντικρυς ἐπιδεικνύναι τοῦτο, πειρασθῆναο γοῦν [ἐπιχειρῆσαι] δεῖξαι, καθ’ ἓν τοῦτο τὸ μόριον εἶναο τό τε θυμούμενον τῆς ψυχῆς καὶ τὸ λογιζόμενον. ὁ δέ γε τουτὶ μὲν οὐδ’ ἐπεχείρησε πρᾶξαι κατ’ οὐδὲν μέρος τοῦ βιβλίου, χρῆται δὲ διὰ παντὸς ἐξ ἑτοίμου λαμβάνων. εὐθὺς γοῦν ἐν τοῖς ἐφεξῆς οὕτω γράφει· Τῆς μὲν ὀργῆς γιγνομένης ἑνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ νὴ Δία τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσον τούτοις ἐστὶ παραπλήσιον. (Dicit Galenus Chrysippum hanc sententiam a Zenone acceptam nusquam demonstrasse).