Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.891
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 5 (122) p. 287 Mü. Ἀποχωρήσαντες οὖν ἤδη τῶν τοιούτων, ἴδωμεν ἑξῆς ἅπαντας. οὓς ἐρωτᾷ λόγους, ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθόντες ἅπαντος τοῦ λόγου, πρὸς τὸ μηδὲν παραλθεῖν. παραθήσομαι δὲ τὴν ῥῆσιν ἅπασαν, εἰ καὶ μακροτέρα πώς ἐστιν, ἔχουσαν ὧδε· Τῆς μὲν οὖν ὀργῆς γιγνομένης ἐνταῦθα, εὔλογον καὶ τὰς λοιπὰς ἐπιθυμίας ἐνταῦθ’ εἶναι, καὶ ἤδη τὰ λοιπὰ πάθη καὶ τοὺς διαλογισμοὺς καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. σαινόμενοι δὲ φήμῃ οἱ πολλοὶ τούτων, πολλὰ κατὰ τὴν ἀλήθειαν ἐπιλέγουσι τοιαῦτα, ἐχόμενοι τῆς ῥηθείσης φορᾶς· πρῶτον μὲν γάρ, ἵνα πάντες ἐντεῦθεν ἄρξυμαι, κατὰ τοῦτό φασιν ἀναβαίνειν τινῶν τὸν θυμόν, καὶ καταπίνειν τὴν χολήν τινας ἀξιοῦσι, λέγοντές τε καταπίνεσθαί τινα αὐτοῖς σπαράγματα καὶ μὴ καταπίνεσθαι κατὰ τὴν τοιαύτη φορὰν λέγομεν. οὕτω δὲ λέγεται καὶ μηδὲν αὐτοῖς τούτων καταβαίνειν, καὶ ὅτι καταπιὼν τὸ ῥηθὲν ἀπῆλθεν, ὅ τε Ζήνων πρὸς τοὺς ἐπιλαμβανομένους, ὅτι πάντα τὰ ζητούμενα εἰς τὸ στόμα φέρει ἔφησεν, ἀλλ' οὐ πάντα καταπίνεται, οὔτε τῆς καταπόσεως ἄλλως ἂν οἰκειότερον λεγομένης, οὔτε τῆς καταβάσεως τῶν ῥηθέντων, εἰ μὴ περὶ τὸν θώρακα τὸ ἡγεμονικὸν ἡμῶν ἦν, εἰς ὃ ταῦτα πάντα φέρεται. ἐν γοῦν τῇ κεφαλῇ ὄντος αὐτοῦ γελοίως ῥηθήσεται καὶ ἀλλοτρίως καταβαίνειν, ἀναβαίνειν [δʼ] ἂν οἶμαι οἰκειότερον αὐτῶν λεγομέων καὶ οὐ καταβαίνειν, τὸν προειρημένον τρόπον τῆς κατὰ τὴν ἀκοὴν αἰσθσεως καταφερομένης περὶ τὴν διάνοιαν, ἐὰν ᾖ περὶ τὸν θώρακα, οἰκείως κατάβασις ῥηθήσεται· ἐὰν δὲ περὶ τὴν κεφαλήν, ἀλλοτριώτερον. Ad haec verba explicanda aliquatenus utilia sunt quae addit G: Τηνικαῦτα γὰρ οἶδα καὶ τὸ μὴ καταβαίνειν ἑαυτοῖς τὰ εἰρημένα λέγοντας τοὺς πολλούς, οὐκ ἐπειδὰν μὴ παρακολουθῶσι μηδὲ μανθάνωσι τῶν λεγομένων, ⟨ἀλλ'⟩ ἐπειδὰν λέγηται μέν τινα ὡς ὀργὴν ἢ λύπην ἢ θυμὸν ἤ τι τοιοῦτον πάθος ἐκκαλεσόμεα, μὴ φροντίζῃ δὲ αὐτῆν ὁ ἀκούων μηδὲ κινῆται κατὰ πάθος.