Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.892
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 5 (122) p. 290 Mü. αὕτη μὲν οὖν ἡ ἀδολεσχία τοῦτο τὸ πέρας ἐχέτω. μετὰ ταῦτα δ' ὁ Χρύσιππος τοιᾶσδ’ ἑτέρας μέμνηται. Αἱ δὲ γυναῖκες καὶ μᾶλλόν τι τούτων ἐμφαίνουσιν. εἰ γὰρ μὴ καταβαίνει αὐταῖς τὰ λεγόμενα, πολλάκις τὸν δάκτυλον κατάγουσιν ἕως τοῦ κατὰ τὴν καρδίαν τόπου, οὐ φάσκουσαι καταβαίνειν ὧδε τὰ εἰρημένα. Haec nihil facere ad probandam Chrys. sententiam, dicit G: οὐδὲ γὰρ αὖγαι λέγουσιν οὕτως, οὐδ’ ὀρχοῦνται ταῖς χερσίν, ὡς εἴρηκας, ἐπειδὰν ἀρνῶται συνιέναι τῶν λεγομένων, ἀλλ’ ὅταν ὑπὸ λοιδορίας ἢ ἀπειλῆς ἤ τινος τοιούτου μήτε ὀργίζεσθαι φάσκωσι μήτε θυμοῦσθαι μήθ’ ὅλως ἀγανακτεῖν. ὅπερ οὐδ’ αὐτόν, οἶμαι, λανθάνει τὸν Χρύσιππον. ἀντιφθεγγόμενος γοῦν κἀνταῦθα ἑαυτῷ μετ’ ὀλίγον ὡδί πως γράφει. Ἀφ' ἧς τε φοπᾶς λέγομεν μὴ καταβαίνειν τὰ λεγόμενα, εἴτε ἀπειλἂς εἴτε λοιδορίας, ὥστε καθικέσθαι καὶ ἅπτεσθαι αὐτῶν καὶ οὕτως κινεῖσθαι τὴν διάνοιαν, ἀπὸ τῆς φορᾶς ταύτης καὶ βαθεῖς τινάς φαμεν εἶναι, διὰ τὸ μηδὲν τῶν τοιούτων ἐφικνεὶσθαι καταβῆναι αὐτῶν. p. 292. ——ἀλλὰ ταῦτα μὲν ἐν τοῖς ἐφεξῆς ὁ Χρύσιππος λέγει, μεταξὺ δὲ ταύτης, τῆς τε νῦν γεγραμμένης λέξεως καὶ ἦς ὀλίγον ἔμπροσθεν ἔγραψα περὶ τῶν γυναικῶν, ἑτέρα ῥῆσίς ἐστιν, ἣν ἤδη παραγράψω, πρὸς τὸ μηφὲν ὅλως ὑπερβαίνειν δοκεῖεν· ἔχει δὲ ὦδε. Τούτοις δ’ ἀκολούθως ἀνεμεῖν τέ τινάς φαμεν τὰ φανέντα αὐτοῖς καὶ ἔτι τὸν βαθύν, λεγομένων πολλῶν ποιούτων συμφώνως τοῖς εἰρημένοις· καταπιόντες γὰρ ὅμοιον εἰμεῖν, ὅτι ἡμέρα ἐστί, καὶ ἐναποθέμενοι τοῦτο εἰς τὴν διάνοιαν, καὶ πάλιν ἐκεῖνο λέγοντες ὅτι οὐκ ἔστιν ἡμέρα, μενόντων τῶν πραγμάτων, οὐκ ἀλλοτρίως οὐδ’ ἀνοικείως ἀνεμεῖν λέγονται. Τοῦτο τὸ ἀνεμεῖν· ἐγὼ μὲν οὐδὲ ἤκουσά τινος λέγοντος, ἀλλὰ μᾶλλον ἀποπτύσαι καὶ ἐκπτύσαι καὶ ἐκβαλεῖν καὶ ἀποῤῥῖψαι καὶ ἀποθέσθαι λέγουσιν, ἐπειδὰν λέγωσί τινα δοξῶν ἀποστῶναι μοχθηρῶν etc.