Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.895
Not analysed yet
Galenus de Hipp. et Plat. plac. II 2 p. 172 Mü. ἃ δ' οὖν ὑπὲρ τῆς ,ἐγὼ φωνῆς ἔγραψεν ἐν τῷ πρώτῳ περὶ ψυχῆς ὁ Χρύσιππος ὑπὲρ ἡγεμονικοῦ διαλεγόμενος, ἤδη παραγράψω γνωρίσματος ἔνεκα. Οὕτως δὲ καὶ τὸ ἐγὼ λέγομεν κατὰ τοῦτο, δεικνύντες αὑτοὺς ἐν τῷ †ἀποφαίνεσθαι †τὴν διάνοιαν εἶναι, τῆς δείξεως φυσικῶς καὶ οἰκείως ἐνταῦθα φερομένης. καὶ ἄνευ δὲ τῆς κατὰ τὴν χεῖρα τοιαύτης δείξεως νεύοντες εἰς αὑτοὺς τὸ ἐγὼ λὲγομεν, ευθὺς καὶ τῆς ἐγὼ φωνῆς τοιαύτης οὔσης, καὶ κατὰ τὴν ὲξῆς ὑπογεγραμμένην δεῖξιν συνεκφερομένης. τὸ γὰρ ἐγὼ προφερόμεσθα κατὰ τὴν πρώτην συλλαβὴν κατασπῶντες τὸ κάτω χεῖλος εἰς αὑτοὺς δεικτικῶς, ἀκολούθως δὲ τῇ τοῦ γενείου κινήσει καὶ ἐπὶ τὸ στήθος νεύσει καὶ τῇ τοιαύτῃ δείξει ἡ ἐξῆς συλλαβὴ παράκειται, οὐδὲν ἀποστηματικὸν παρεμφαίνουσα, ὅπερ ἐπὶ τοῦ ἐκεῖνος συντέτευχε. (Agitur de sede τοῦ ἡγεμονικοῦ). p. 175 Mü. :διὰ τί δὲ ἐν ταῖς συγκαταθέσεσιν ἐπινεύοντες τὴν κεφαλήν, ἐφ’ ὃ φέρομεν αὐτὴν μέρος, ἐν ἐκείνῳ τὴν ἀρχὴν τῆς ψυχῆς ὐπάρχειν ἐνδεικνύμεθα μάλλον, καὶ οὐκ αὐτῷ τῷ κινουμένῳ.