Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.896
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 5 (124) p. 295 Mü. ὅμοια δὲ ——τὰ κατὰ τὴν ἑτυμολογίαν τοῦ τῆς καρίας ὀνόματος, ἑξῆς τῶν προειρημένων ὑπὸ τοῦ Χρυσίππου γεγραμμένα κατὰ τὸ πρῶτον περὶ ψυχῆς ὦδέ πως ἔχοντα. Τούτοις πᾶσι συμφώνως καὶ τοὔνομα τοῦτ’ ἔσχηκεν ἡ καρδία κατά τινα κράτησιν καὶ κυρείαν, ἀπὸ τοῦ ἐν αὐτῇ εἶναι τὸ κυριεῦον καὶ κρατοῦν τῆς ψυχῆς μέρος, ὡς ἂν κρατία λεγομένη. ——-ἐφεξῆς δὲ τοῖς εἰρημένοις ὁ Χρύσιππος τάδε γράφει· Ὁρμῶμεν κατὰ τοῦτο τὸ μέρος καὶ συγκατατιθέμεθα τούτῳ καὶ εἰς τοῦτο συντείνει τὰ αἰσθητήρια πάντα. ——Ταυτὶ μὲν οὖν τὰ κεφάλαια, τὸ σύμπαν κῦρος ἐν αὑτοῖς ἔχοντα περὶ τῶν προκειμένων ἡμῖν δογμάτων, οὕτως ταχέως ὁ Χρύσιπποσς παρέδραμεν, ὡς ἐπιμνησθῆναι μόνον· ἐν οἷς δὲ οὐ χρὴ μηκύνει περιττῶς.