Ancient Greek · ~9 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.898
Not analysed yet
Galenus de Hipp. et Plat. plac. II 5 (102) p. 215 M. κατὰ μὲν γὰρ ἄλλην τινὰ (sc. ῥῆσιν) μετ’ οὐ πάνυ πολὺ ταύτης γεγραμμένην ἠναγκάσθη τὸ ἀληθὲς ὁμολογῆσαι. ἀναγκασθῆναι δὲ εἶπον αὐτόν, ὅτι λόγον ἕτερον ἀνατρέψαι βουλόμενος ὡς οὐκ ἀληθῆ, κἄπειτα τὸ τῆς ἀντιλογίας εἶδος αἰσθόμενος οὐδὲν ἧττον ἐπιστρέψον καὶ καθ’ ἑαυτοῦ, συνανατρέψαι καὶ τὸν ἴδιον οὐκ ὤκνησε τῷ τῶν ἑτεροδόξων. ——-παραγράψω δὲ καὶ τὴν ῥῆσιν αὐτήν, ἐν ᾗ δείκνυσιν ὁ Χρύσιππος, ὡς οὐκ ἔστιν ὁ προγεγραμμένος λόγος ἀποδεικτικός. ἔστι δὲ τοιάδε· Ἔχει δ’ ὡς ἔφην πλείονα αὐτοῖς ἐπὶ πᾶσι, μήποθ’ εἰ καὶ τοῦτο δοθείη, καθάπερ ἐπιπορεύονται, ἀπὸ τῆς κεφαλῆς εἶναι τὴν ἀρχὴν ἐπὶ τὰ εἰρημένα μέρη, ἐπιζητήσομεν. σχεδὸν γάρ, οἷα ἄν τινα λέγοιεν περὶ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους φέρεσθαι διὰ τῆς φάρυγγος, ἀπὸ τῆς κεφαλῆς ποιᾶς τινος καταρχῆς γιγνοένης, τοιαῦτ’ ἔξεστι λέγειν, ἐν τῇ καρδιᾳ μὲν τοῦ ἡγεμονικοῦ ὄντος, τῆς δὲ τῶν κινήσεων ἀρχῆς ἀπὸ τῆς κεφαλῆς οὔσης. ὃ δὴ γὰρ βούλεται λέγειν ὁ Χρύσιππος ἐν τῇδε τῇ ῥήσει, τοιοῦτόν ἐστιν· εἰ καὶ συγχρήσειέ τις, ἀρχὴν εἶναι νεύρων τὴν κεφαλήν, οὐ πάντως ἐν αὐτῇ συγχωρήσει τὸ ἡγεμονικὸν ὑπάρχειν. ἃ γὰρ ἐκεῖνοι δύνανται λέγειν ὑπὲρ τοῦ τὴν φωνὴν ἐκ τοῦ στήθους διὰ τῆς φάρυγγος ἐκφέρεσθαι, τὴν ἀρχὴν τῆς ἐνεργείας τοῖς μορίοις ἐπιπεμπούσης τῆς κεφαλῆς, τοιαῦτ’ ἔξεστι λέγειν ὑπὲρ τῶν νεύρων ἡμῖν, ὡς ἐκ μὲν τῆς κεφαλῆς ἀρχομένων, ἀπὸ δὲ τῆς καρδίας τὴν ἐνέργειαν ἐχόντων. ibidem (104) p. 224 M. ταῦτα μὲν οὖν ὀρθῶς εἴρηται τῷ Χρυσίππῳ, καὶ διὰ τοῦτ’ ἄν τις αὐτῷ καὶ μᾶλλον μέμψαιτο, διότι κατιδὼν τὸ ἀληθὲς ὅμως οὐ χρῆται· τὰ δὲ ἀπὸ τῆς θέσεως ἐπικεχειρημένα, καὶ τούτων ὅσα μᾶλλον ποιηταὶ μαρτυροῦσιν ἢ οἱ πολλοὶ τῶν ἀνθρώπων ἢ ἐτυμολογία τις ἤ τι τοιοῦτον ἕτερον, οὐκ ὀρθῶς. ——αὐτὸς δὲ ὥσπερ οὐ κατ' ἐπιστήμην, ἀλλὰ κατὰ τύχην εἰρηκὼς τὸ ἀληθές, ἀπεχώρησέ τε τῆς ζητήσεως καὶ ποιητὰς ἐπάγεται μάρτυρας. Galen. de H. et Plat. dogm. II 7 (106) p. 230 M. μέμφομαι δὲ αὐτῳ καὶ διότι καθ’ ἓν βιβλίον ἐναντία λέγειν ὑπέμεινεν, οὐκ ἀπὸ μακροῦ διαστήματος ἀλλήλων ἔμπροσθεν μὲν ὡς ἀποδειτικὸν γράψας τὸν τοῦ Ζήνωνος λόγον, ἐπὶ προήκοντι δὲ τῷ συγγράμματι δεικνὺς αὐτοῦ τὴν λύσιν.