Ancient Greek · ~5 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.897
Not analysed yet
Galenus de Hippocr. et Plat. plac. I 5 (78) p. 138 Mü. εἰ τρώσαις αὐτὴν (sc. τὴν καρδίαν) εὐθὺς ἐκχεῖται τὸ αἷμα. ἐχρῆν δέ γε κατὰ τὸν Χρύσιππον ἢ τὸ πνεῦμα πρότερον ἐκκενούμενον φαίνεσθαι, κἄπειθ’ οὕτως ἕπεσθαι τὸ αἷμα, ἢ μηδὲ ὅλως ἕπεσθαι, καθάπερ οὐδὲ ἐπὶ τῶν κατὰ τὸν ἐγκέφαλον ἕπεται κοιλιῶν. ibidem 6. (79) p. 141. Ἐρασίστρατος μὲν γὰρ ζωτικοῦ πνεύματος, Χρύσιππος δὲ τοῦ ψυχικοῦ πνεύματος πλήρη φασίν εἶναι τὴν κοιλίαν ταύτην (sc. τὴν ἀριστερὰν τῆς καρδίας). ibidem 6. (80) p. 143 M. ἔνθα νῦν καὶ μάλιστα μεμψαίμην ἂν τὸν Χρύσιππον, ὅτι βουλόμενος εἰλικρινές τι καὶ καθαρὸν εἶναι πνεῦμα τὸ κατὰ τὴν ἀρχὴν τῆς ψυχῆς, οὐ προσηκόντως ἐν τῇ καρδίᾳ καθίδρυσεν αὐτό. καίτοι Χρύσιππον μὲν ἄν τις ἀποδέξαιτο μετρίως ἀποφηνάμενον, [ὡς] μήθ’ ὅτι τῶν νεύρων ἀρχὴ ἡ καρδία τὴν γνῶσιν αὐτῷ χαρίζεσθαι, μήτ’ ἄλλο μηδὲν τῶν κατὰ τὸ πρόβλημα τοῦτο ζητουμένων· ὁμολογεῖ γὰρ ἀπείρως ἔχειν τῶν ἀνατόμων. ibidem 7 (81) p. 145 M. Ἐγὼ δέ, ἐπειδήπερ ἅπαξ κατέστην εἰς τὸ περὶ πάντων διασκέψασθαι, βραχέα τῷ Πραξαγόρᾳ διαλεχθῆναι βούλομαι, καὶ μάλισθ’ ὅτι καὶ Χρύσιππος ἐμνημόνευσε τἀνδρός, ἀντιθεὶς τοῖς ἀπὸ τῆς κεφαλῆς ἄρχεσθαι τὰ νεῦρα νομίζουσιν. ibidem 10 (86) p. 163 M. οὔτε γὰρ φιλοψευδὴς ὁ ἀνὴρ (sc. ὁ Ἀριστοτέλης), οὔτε παντάπασιν ἄπειρος τῆς ἀνατομῆς, ἵνα καὶ τοῦτόν τις, ὥσπερ τοὺς περὶ τὸν Χρύσιππον, ἑτέροις ἐψευσμένοις ἠκολουθηκέναι νομίσειεν.