Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.900
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 7 (126) p. 302 M. Χρύσιππος ἐν τῇ μετὰ τὰς πρεγεγραμμένας ῥήσεις λέξει προχείρως πάλιν ἐξ ἑνὸς ἄρχεσθαι μορίου τὰς δυνάμεις ἀμφοτέρας λαμβάνει, μηδὲ μίαν ἀπόδειξιν ἢ παραμυθίαν ἢ πιθανότητα τῷ λόγῳ προστιθείς, ὡς ἐξ αὐτῆς φανερὸν ἔσται τῆς λέξεως αὐτοῦ, τόνδε τὸν τρόπον ἐχούσης· Ἀτόπως οὖν αὐτὸ κατὰ ταῦτ . . . θησόμενον, ἐάν τε μὴ φῶσι τὴν λύπην καὶ τὴν ἀγωνίαν ἀλγηδόνας εἶναι, ἐάν τε ἀλγηδόνας ἐν ἄλλῳ γίνεσθαι τόπῳ ἢ τῷ ἡγεμονικῷ· τὰ δὲ αὐτὰ καὶ ἐπί τῆς χαρᾶς καὶ ἐπὶ τοῦ θάρσους ἐροῦμεν, ἅπερ ἐμφαίνει περὶ τὴν καρδίαν γινόμενα. ὃν τρόπον γάρ, ὅταν τὸν πόδα πονῶμεν ἢ τὴν κεφαλήν, περὶ τούτους τοὺς τόπους ὁ πόνος γίνεται, οὕτως συναισθανόμεθα καὶ τῆς κατὰ τὴν λύπην ἀλγηδόνος περὶ τὸν θώρακα γινομένης, οὔτε τῆς λύπης οὐκ οὔσης ἀλγηδόνος, οὔτε ἐν ἑτέπῳ τινὶ τόπῳ ἢ τῷ ἡγεμονικῷ αὐτῆς γινομένης. p 305 M. :ὁ δὲ Χρύσιππος οὐδὲ τὰς δυνάμεις αὐτὰς διαλλάττειν ἀλλήλων ὁμολογεῖ, οὐδ’ ἑτέρᾳ μέν τινι δυνάμει θυμοῦσυαι τὸ ζῶον, ἑτέρᾳ δ’ ἐπιθυμεῖν, ἑτέρᾳ δὲ λογίζεσθαι.