Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.901
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 7 (127) p. 307 M. ἐπεὶ δ’ ἐν τῷ νῦν ἐνεστῳτι λόγῳ μνημονεῦσαι πάντων διέγνωμεν ὧν εἶπεν ὁ Χρύσιππος ἐν τῷ προτέρῳ περὶ ψυχῆς ⟨ὑπὲρ⟩ ἡγεμονικοῦ διαλεγόμενος, ἑξῆς ἂν εἴη καιρὸς ἤδη συνάπτειν τοῖς εἰρημένοις τὰ λοιπά. συνεχὴς οὖν τῇ προγεγραμμένῃ ῥήσει τοῦ Χρυσίππου τοιάδε τίς ἐστι. Καθ' ἣν ἔτι φορὰν καὶ τὰ τοιαῦτα λέγεται πάντα· 'ἡψάμην σου τῆς καραδίας', ὥσπερ τῆς ψυχῆς καὶ 'ἅπτομαι τῆς καρδίας' λέγομεν, οὐκ ὡς ἀντιπαρέλθοιεν ⟨ἄν⟩ τινες ἡμᾶς ἐπὶ τοῦ ἐγκεφάλου καὶ τῶν σπάγχνων λέγοντες καὶ τοῦ ἥτατος, ἀλλὰ τοῖς προειρμένοις παραπλησίως· ἐκεῖνα γάρ μοι δοκεῖ λέγεσθαι, ὡς ἄν τις ἔφη, 'τῶν ἐντός σου ἅπτομαι’ διϊκνουμένης τῆς κακοποιΐας ἐπὶ τοσουτον. τῇ δὲ καρδίᾳ καθάπερ ἂν τῇ ψυχῇ χρώμεθα. καὶ τούτων ἔσται ἔμφασις ἐφιστᾶσι μᾶλλον.