Ancient Greek · ~25 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.906.1
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 2 (114) p. 260 M. κάλλιον οὖν ἦν -τὸν Χρύσιππον -πειραθῆναι τὸ τοῦ Ζήνωνος ἀποδεῖξαι (sc. ἔνθ’ ἂν ᾖ τὸ παθητικὸν τῆς ψυχῆς, ἐνταῦθα καὶ τὸ λογιστικὸν ὑπάρχειν) καὶ μὴ πλήθος ἐπῶν παραγράφειν ἐξ ἁπάντων τῶν ποιητῶν ἐκλέγοντα, δεικνύντων ὀργὴν καὶ θυμὸν καὶ φόβον καὶ δειλίαν καὶ θράσος καὶ θάρος καὶ καρτερίαν, ὅσα τ’ ἄλλα τοιαῦτα, τὰ μὲν ἐνεργείας τινὰς αἶναι τὰ δὲ παθήματα τῆς καρδίας. τί γὰρ αὐτῷ βούλεται ταυτὶ τὰ ἔπη τὰ ἐξ Ὁμήρου συνειλεγμένα; (Od. υ 13) Κραδίη δέ οἱ ἔνδον ὑλάκτει καὶ· (ibid. 17. 18) Στῆθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δή, κραδίη· καὶ κύντερον ἄλλο ποτ’ ἔτλης καὶ· (Il. Κ 9. 10 cf. I 433) Ὥς πυκίν’ ἐν στήθεσσιν ἀναστενάχιζ’ Ἀγαμέμνων Νειόθεν ἐκ κραδίης, περὶ γὰρ δίε νηυσὶν Ἀχαιῶν. καὶ· (Il. Ι 646) Αλλά μοι οἰδάνεται κραδίη χόλῳ. (Il. Δ 24) Ἥρῃ δ’ οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. (Il. Α 82) Ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ Ἐν στήθεσσιν ἑοῖσιν. Ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ λογιστικὸν ἀλλὰ τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ περιέχεσθαι δηλοῦται, ὥσπερ, οἶμαι, κἀν τοῖσδε (Il. Σ 107) καὶ χόλος, ὅστ’ ἐφέηκε πολύφρονά περ χαλεπήναι. Ὅστε πολὺ γλυκίων μέλιστος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται ἠΰτε καπνός. καὶ· (Il. Λ 12) Καρδίῃ ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι καὶ πρὸς τούτοις ἔτι· (Il. Ρ 570) καί οἱ μύιης θάρος ἐνὶ στήθεσσιν ἔθηκε καὶ· (Od. υ 286) Δύη ἄχος κραδίην Λαερτιάδεω Ὀδυσῆος. καὶ· (Il. Ε 125?) Ἐν δ' ἄρα οἱ στήθεσσι μένος πατρώϊον ἧκε καὶ· (Il. Ι 629. 30 cf. 675) ——Αὐτὰρ Ἀχιλλεὺς Δεινὸν ἐνὶ στήθεσσιν ἔχει μεγαλήτορα θυμόν. καὶ· (Il. Ι 636. 37) ——Σοὶ δ’ ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ στὴθεσσι θεοὶ θέσαν εἵνεκα κούρης. καὶ· (Il. Ν 494) Ὥς Αἰνείᾳ θυμὸς ἐνὶ στήθεσσι γεγήθει καὶ· (frustra quaesivi) Πρῆσεν ἐνὶ στήθεσσιν ἐριθενέος Διὸς ἀλκὴν Γνώμεναι. καὶ πρὸς τούτοις ἔτι· (Il. Ν 73. 74) Καὶ δέ μοι αὐτῷ θυμὸς ἐνὶ στήθεσσι φίλοισι φίλοισι Μᾶλλον ἐφορμᾶται πολεμίζειν ἠδὲ μάχεσθαι. καὶ· (Il. Ο 321. 22?) Σεῖσʼ, ἐπὶ δ’ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν Ἐν στήθεσσιν ἔθελξε, φόβου δ’ ἐμνήσαθ’ ἕκαστος. καὶ· (Il. Κ 220) Νέστορ, ἔμ’ ὀτρύνει κραδίη καὶ θυμὸς ἀγὴνωρ. καὶ· (Il. Κ 244) Οὗ περὶ μὲν πρόφρων κραδίη καὶ θυμὸς ἀγήνωρ. καὶ· (Il. Δ 313. 14) Ὦ γέρον, εἴθ’ ὡς θυμὸς ἐνί στὴθεσσι φίλοισι, Ὥς τοι γούναθ' ἕποιτο. καὶ· (Od. ο 20) Οἶσθα γὰρ οἷος θυμὸς ἐνὶ στήθεσσι γυναικός. καὶ· (0d. π 274. 75) Σὸν δὲ φίλον κῆρ Τετλάτω ἐν στήθεσσι κακῶς πάσχοντος ἐμεῖο καὶ· (Il. Β 142) Ὥς φάτο, τοῖσι δὲ θυμὸν ἐνὶ στήθεσσιν ὄρινε. καὶ· (Od. ρ 489) Τηλέμαχος δ’ ἐν μὲν κραδίῃ μέγα πένθος ἄεξεν. καὶ· (Od. υ 22) Ὥς φάτ’ ἐνὶ στήθεσσι καθαπτόμενος φίλον ἦτορ. [καὶ] Τῷ δὲ μάλ' ἐν [ἐ]πίσῃ κραδίῃ σημαίνετε τληυῖα. πάντα μὲν γὰρ ταῦτα τὰ ἔπη καὶ πρὸς τούτοις ἔτι μυρίαμυa ἕτερα τὸ πλῆθος ὧν Χρύσιππος παρατίθεται τὸ θυμοειδὲς ἐν τῇ καρδίᾳ φησὶν ὑπάρχειν. ἐγὼ δὲ εἰ πάντα παραγράφοιμι, πληρώσω τὸ βιβλίον, ὥςπερ καὶ ὁ Χρύσιππος ἐπλήρωσεν. ἀλλ’ ὲξ Ὁμήρου μὲν ἱκανὰ καὶ ταῦτα· τῶν δ' ἐξ Ἡσιόδου παραγραφέντων ὑπὸ Χρυσίππου, παμπόλλων καὶ αὐτῶν ὄντων, ἀρκέσει μοι δυοῖν ἢ τριῶν ἐπιμνησθῆναι παραδειγμὰτων ἕνεκα. (Rzach fr. 234) Τοῦ[δε] γὰρ ἀέξετο θυμὸς ἐνὶ στὴθεσσι φίλοισι. καὶ· (ib. fr. 235) Οἷον ἐνὶ στήθεσσι χόλον θυμάλγε’ ἔχουσα. καὶ (Hes. Theog. 641) Πάντων ἐν στήθεσσιν ἀέξετο θυμὸς ἀγήνωρ. Vituperat dein Galenus Chrysippum quod non locos poëtarum suis sententiis accommodatos attulerit, ceteros omiserit ὁ δ’ ὁμοίως ἑξῆς ἁπάντων μέμνηται. τὰ μὲν γὰρ τοιαῦτα τῶν ἐπῶν ἅπαντ’ ἐχρῆν ὑπ’ αὐτοῦ παραλελεῖφθαι, δι’ ὧν δὲ νοῦν καὶ φρένας καὶ διάνοιαν καὶ λογισμὸν εἶπέ τις ποιητὴς ἐν καρδίᾳ περιέχεσθαι, συνάγειν ἔδει, καθάπερ ἔχει καὶ τὰ τοιαῦτα· Καὶ τότε δὴ στηθέων Ἀθάμα φρένας ἐξέλετο Ζεύς. καὶ· (Il. Υ 20) Ἔγνως, Ἐννοσίγαιε, ἐμὴν ἐν στήθεσι βουλήν. καὶ· (Od. ν 330) Αἰεί τοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα καὶ· (Od. ρ 403) ——Οὔ μοι τοιοῦτον ἐνὶ στήθεσσι νόημα Magnam eiusmodi versuum multitudinem apud poëtas occurrere G. dicit. ibidem III cp. 3 (116) p. 267 M. τὸ δὲ πλείω μὲν ἐκεῖνα, ταυτὶ δ’ ἐλάττω γράψαι τῷ μὲν τὸ ἀληθὲς τῆς ἱστορίας ἐπιδεικυύντι καλῶς ἂν γίγνοιτο· πλείω γὰρ ὄντως ἐστὶν ἐκεῖνα· τῷ δʼ, ὅπερ ὁ Χρύσιππος σπουδάζει, κατασκευάζειν ἐπιχειροῦντι πρὸς ἐναντιώματος ἂν εἴη, καὶ μάλισθ’ ὅσα φανερῶς ἐπιτιμῶντα ποιεῖ τὸν λογισμὸν τῷ θυμῷ, καθάπερ καὶ τάδε· (Od. υ 17. 18) Στήθος δὲ πλήξας κραδίην ἠνίπαπε μύθῳ· Τέτλαθι δὴ κραδίη, καὶ κύντερον ἄλλο ποτ’ ἔτλης. Probat dein Galenus, longiore disputatione pluribusque Homeri versibus allatis, apud Homerum hoc loco τὸ λογιστικὸν partem animi esse τοῦ θυμοειδοῦς διάφορον. p. 272 M. Ἐμοὶ μὲν δὴ τούτων τῶν ἐπῶν εὐκαιρότατα μὲν ὁ Πλάτων δοκεῖ μνημονεύειν ἐν τετάρτῳ πολιτείας (p. 441 b), ἀκαιρότατα δ’ ὁ Χρύσιππος, ἔτι δὲ μᾶλλον ὧν Εὐριπίδης ἐποίηςε λέγουσαν τὴν Μήδειαν, ἡνίκα καὶ κατὰ τὴν ἐκείνης ψυχὴν ὁ λογισμὸς ἐστασίαζε πρὸς τὸν θυμόν. Quod supra de loco homerico prοbavit, iam de euripideo Galenus demonstrat δύο ὄντα αὐτὰ μόρια τῆς ψυχῆς (sc. τὸ λογιστικὸν καὶ τὸ θυμοειδές). p. 274 M. ὁ δὲ Χρύσιππος οὔτε μόρια ψυχῆς ταῦτ’ εἶναι νομίζων, οὕτε δυνάμεις ἀλόγους ἑτέρας τῆς λογικῆς, ὅμως οὐκ ὀκνεῖ τῶν Ὀδυσσέως τε καὶ Μηδείας ἐπῶν μνημονεύειν, ἐναργῶς καταβαλλόντων τὴν δόξαν αὐτοῦ. ——ἐμπέπλησται γὰρ ὁ περὶ ἡγεμονικοῦ λόγος ὑπὸ Χρυσίππου γεγραμμένος ἐπῶν ποιητικῶν ἤτοι τὰ πάθη περὶ τὸν θώρακά τε καὶ τὴν καρδίαν συνίστασθαι καρτυρούντων, ἢ δύο εἶναι τῆς ψυχῆς δυνάμεις ὅλῳ τῷ γένει διαφερούσας ἀλλήλων, τὴν μὲν ἄλογον, τὴν δὲ λογικήν. Ὥσπερ γὰρ ἐξ Ὁμήρου καὶ Ἡσιόδου βραχέα παρεθέμην ὀλίγῳ πρόσθεν ὧν ὁ Χρύσιππος ἔγραψεν, οὕτως ἐξ Ὀρφέως καὶ Ἐμπεδοκλέους καὶ Τυρταίου καὶ Στησιχόρου καὶ Εὐριπίδου καὶ ἑτέρων ποιητῶν ἐπῶν μνημονεύει παμπόλλων ὁμοίαν ἐχόντων ἀτοπίαν, οἷον καὶ ὅταν εἴπῃ Τυρταῖον λέγοντα· (fr. 13 Bgk.) Αἴθωνος δὲ λέοντος ἔχων ἐν στήθεσι θυμόν. ὅτι μὲν γὰρ ἔχει ὁ λέων θυμόν, ἀκριβῶς ἅπαντες ἄνθρωποι καὶ πρὶν ἀκοῦσαι Τυρταίου γιγνώσκομεν, οὐ μὴν Χρυσίππῳ γ’ ἔπρεπε παραθέσθαι τὸ ἔπος ἀφαιρουμένῳ τοὺς λέοντας τὸν θυμόν. οὐδὲν γάρ, ὡς οἴεται, τῶν ἀλόγων ζώων οὔτε τὸ θυμοειδὲς οὔτε τὸ ἐπιθυμητικὸν οὔτε τὸ λογιστικὸν ἔχει, ἀλλὰ ——παρὰ πᾶσαν τὴν ἐνάργειαν ἀφαιροῦνται τῶν εἰρηένων ἁπάντων αὐτὰ σχεδδὸν ἅπαντες οἱ Στωϊκοί.