Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.907
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 4 (120) p. 281 M. ἐμπλήσας ὁ Χρύσιππος ὅλον τὸ βιβλίον ἐπῶν Ὁμηρικῶν καὶ Ἡσισδεῖων καὶ Στησιχορείων, Ἐμπεδοκλείων τε καὶ Ὀρφικῶν, ἔτι δὲ πρὸς τούτοις ἐκ τῆς τραγῳδίας καὶ παρὰ Τυρταίου καὶ τῶν ἄλλων ποιητῶν οὐκ ὀλίγα παραθέμενος, εἶτα [μὴ] συνεὶς τῆς θαυμαστῆς δὴ ταύτης ἀπεραντολογίας (τοῦτο γὰρ αὐτῇ μᾶλλον ἡγοῦμαι προσήκειν τοὔνομα) ταῦτα κατὰ λέξιν ἐπιφέρει· ταυτὶ μὲν φήσουσιν ἀδολεσχίαν εἶναι γραώδη, τυχὸν δὲ καὶ γραμμάτων διδασκάλου βουλομένου στίχους ὅτι πλείστους ὑπὸ τὸ αὐτὸ διανόημα τάξαι. ibidem (121) p. 285 M. ἔγωγ’ οὖν ἠναγκάσθην ὑπὸ ‹τῆς› τοῦ Χρυσίππου προαχθεὶς ἀδολεσχίας ἐξηγεῖσθαι τάς τε τῶν ἰδιωτῶν καὶ τὰς Εὐριπίδου φωνάς, ὃ μήποτ’ ἂν ἑκὼν ἐτόλμησα πρᾶξαι περὶ τηλικούτου δόγματος ἀποδείξεις γράφων. Nequq enim interesse, quid poetae dixerint, sed quid verum sit atque probari possit.