Ancient Greek · ~12 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.908.1
Not analysed yet
Galenus de Hipp. et Plat. plac. III 8 (130) p. 317 M. ἑξῆς τε προσθήσω τὸν περὶ τῆς Ἀθηνᾶς λόγον. αἰσθόμενος γὰρ ὁ Χρύσιππος ἐναντιούμενον τοῖς ἑαυτοῦ δόγμασι τὸν περὶ τῆς θεοῦ μῦθον, ἀπὸ τῆς τοῦ Διὸς κεφαλῆς ὑπειλημμένης γεγενῆσθαι, τοιάδε λέγει (παραγράψω γὰρ ἅπασαν αὐτοῦ τὴν ῥῆσιν, εἰ καὶ μακροτέρα τώς ἐστιν.) Ἀκούω δὲ τινας λέγειν παραμυθουμένους πρὸς τὸ ἐν τῇ κεφαλῇ εἶναι τὸ ἡγεμονικὸν τῆς ψυχῆς μέρος· τὸ γὰρ τὴν Ἀθηνᾶν, μῆτιν οὖσαν καὶ οἷον φρόνησιν, ἐκ τῆς κεφαλῆς γενέσθαι τοῦ Διὸς σύνβολόν φασιν εἶναι τοῦ ταύτῃ τὸ ἡγεμονικὸν εἶναι· οὐ γὰρ ἄλλως ἂν ἐν τῇ κεφαλῇ γενέσθαι μῆτιν καὶ φρόνησιν, εἰ μὴ τὸ ἡγεμονικὸν ἐν ταύτῃ ἐστί· πιθανοῦ μέν τονις ἐχόμενοι, διαμαρτάνοντες δ᾽, ὡς ἐμοὶ φαίνεται, καὶ ἀγνοοῦντες τὰ περὶ τούτων ἱστορούμενα, περὶ ὧν οὐ χεῖρόν ἐστιν ἐπὶ πλέον εἰπεῖν τοῖς ἐνεστῶσι ζητήμασι. φασὶ δ᾽οἱ μὲν οὕτως ἁπλῶς, ἐκ τῆς τοῦ Διὸς κεφαλῆς αὐτὴν γενέσθαι, οὐδὲ προσιστοροῦντες τὸ πῶς ἢ κατὰ τίνα λόγον. ὁ δὲ Ἡσίοδος ἐπὶ πλέον λέγει ἐν παῖς [θεογονίαις] πινῶν μὲν ἐν τῇ θεογονίᾳ γραφόντων τὴν γένεσιν αὐτῆς, πρῶτον μὲν Μήτιδι συγγενομένου τοῦ Διός, δεύτερον δὲ Θέμιδι, τινῶν δὲ ἐν ἑτέροις ἄλλως γραφόντων τὴν γένεσιν αὐτῆς, ὡς ἄρα γενομένης ἔριδος τῷ Διῒ καὶ τῇ Ἥρᾳ γεννήσειεν ἡ μὲν Ἥρα δι᾽ ἑαυτῆς τὸν Ἥφαιστον, ὁ δὲ Ζεὺς τὴν Ἀθηνᾶν ἐκ τῆς Μήτιδος καταποθείσης ὑπ᾽ αὐτοῦ. ἡ μὲν γὰρ εἰς αὐτὸν κατάποσις τῆς Μήτιδος καὶ ἔνδον τοῦ Διὸς τῆς Ἀθηνᾶς γένεσις κατ᾽ ἀμφοτέρους τοὺς λὀγους ἐστίν. διαφέρουσι δ᾽ ἐν τῷ πῶς ταῦτα συνετελέσθη πρὸς τὸν ἐνεστῶτα λόγον οὐθενὸς ὄντος τοιούτου. τὸ γὰρ κοινὸν ἐν αὐτοῖς ὑπάρχον μόνον χρήσιμόν ἐστι πρὸς τὰ ἐνεστῶτα· λέγεται δ᾽ ἐν μὲν τῇ θεογονίᾳ οὕτω· (Hes. Theog. 886—90. 900) Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν, Πλεῖστα θεῶν εἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. Ἀλλ᾽ ὅτε δή ρ᾽ ἤμελλε θεὰν γλαυκῶπιν Ἀθήνην Τέξεσθαι, τότ᾽ ἔπαιτα δόλῳ φρένας ἐξαπατήσας Αἱμυλίοισι λόγοισιν ἑὴν ἐγκάτθετο νηδύν· Ὥς οἱ συμφράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. εἶτα προελθών φησιν οὕτως· (ibid. 924-26) Αὐτὸς δ’ ἐκ κεφαλῆς γλαυκώπιδα γείνατ’ Ἀθήνην, Δεινήν, ἐγρεκύδοιμον, ἀγέστρατον, ἀτρυτώνην, Πότνιαν, ᾗ κέλαδοί τε ἅδον, πόλεμοί τε μάχαι τε. στήθεσι γὰρ αὐτοῖς ἔνδον εὔδηλον ὅτι ἀπέθετο τὴν Μῆτιν, καὶ οὕτως φησὶν αὐτὴν γεννῆσαι κατὰ τὴν κεφαλήν. ἐν δὲ τοῖς μετὰ ταῦτα πλείω διεληλυθότος αὐτοῦ, τοιαῦτ’ ἐστὶ τὰ λεγόμενα· Ἐκ ταύτης ἔριδος ἡ μὲν τέκε φαίδιμον υἱὸν Ἥφαιστον τέχνησιν ἄνευ Διὸς αἰγιόχοιο, Ἐκ πάντων παλάμῃσι κεκλημένον οὐρανιώνων. Αὐτὰρ ὅ γ’ Ὠκεανοῦ καὶ Τηθύος ἠϋκόμοιο Κούρην νόσφ’ Ἥρης παρεδέξατο καλλιπαρῄου Ἐξαπαφὼν Μῆτιν, καίπερ πολὺ δινεύουσαν· Συμμάρψας δ’ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδύν, Δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ. Τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων Κάππιεν ἐξαπίνης· ἡ δ' αὐτίκα Παλλάδ' Ἀθήνην Κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε Πὰρ κορυφὴν Τρίτωνος ἐπ’ ὄχθῃσιν ποταμοῖο. Μῆτις δ’ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα Ἧστο Ἀθηναίης μήτηρ τέκταινα δικαίων, Πλεῖστα θεῶν εἰδυῖα καταθνητῶν τ’ ἀνθρώπων. Ἔνθα θεὰ παρέλεκτο †Θέμις παλάμαις περὶ πάντων Ἀθανάτων ἐκέκαστο Ὀλύμπια δώματ’ ἔχουσιν Αἰγίδα ποιήσασα φοβέστρατον ἐντὸς Ἀθὴνῃ, Σὺν τῇ ἐγείνατό μιν, πολεμήϊα τεύχε’ ἔχουσαν.