Ancient Greek · ~2 min
1.93 to 1.94
Chrysippus, Fragmenta Logica et Physica 1.93-94
Not analysed yet
Galenus defin. medicae 7. Vol. XIX p. 350. ἐπιστήμη ἐστὶ κατάληψις ἀσφαλὴς καὶ ἀμετάπτωτος ὑπὸ λόγου. δυνατὸν δὲ καὶ οὕτως ὁρίσασθαι· ἐπιστήμη ἐστὶν ἕξις ἀμετάπτωτος ἐκ φαντασιῶν δόξαν ἀμέμπτως ὑπὸ λόγου παρεχομένη, 8. τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ. ἢ οὕτως· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων συγγεγυμνασμένον ἐφ’ ἓν τέλος τὴν ἀναφορὰν ἐχόντων. Scholia in Dionys. Thrac. p. 649 Bekker Anecd. Gr. II. Οἱ δὲ Στωϊκοὶ λέγουσι· τέχνη ἐστὶ σύστημα ἐκ καταλήψεων ἐμπειρίᾳ συγγεγυμνασμένων πρός τι τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ.