Ancient Greek · ~1 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.940
Not analysed yet
Alexander Aphrod. de fato cp. 30 p. 200, 12 Bruns. τὸ δὲ λέγειν εὔλογον εἶναι τοὺς θεοὺς τὰ ἐσόμενα προειδέναι (ἄτοπον γὰρ τὸ λέγειν ἐκείνους ἀγνοεῖν τι τῶν ἐσομένων) καὶ τοῦτο λαμβάνοντας κατασκευάζειν πειρᾶσθαι δι’ αὐτοῦ τὸ πάντα ἐξ ἀνάγκης τε γίνεσθαι καὶ καθ’ εἱμαρμένην οὔτε ἀληθὲς οὔτε εὔλογον.