Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.941
Not analysed yet
Alexander Aphrod. de fato cp. 31 p. 201, 32. οἱ δὲ ὑμνοῦντες τὴν μαντικὴν καὶ κατὰ τὸν αὑτῶν λόγον μόνον σῴζεσθαι λέγοντες αὐτὴν καὶ ταύτῃ ⟨τῇ⟩ πίστει τοῦ πάντα καθ’ εἱμαρμένην γίνεσθαι χρώμενοι -ἄτοπά τινα -τολμῶσι λέγειν. -ἀπορούντων γάρ τινων πρὸς αὐτούς, τί δήποτε, εἰ πάντα τὰ γινόμενα ἐξ ἀνάγκης γίνεται, αἱ παρὰ τῶν θεῶν μαντεῖαι [μὲν] γίγνονται συμβουλαῖς ἐοικυῖαι, ὡς δυναμένων δι’ ὃ ἤκουσαν καὶ φυλάξασθαί τι καὶ ποιῆσαι τῶν ἀκουσάντων, καὶ δὴ καὶ τὸν τῷ Λαΐῳ δοθέντα χρησμὸν παρεχομένων, δι’ οὗ λέγει πρὸς αὐτὸν ὁ Πύθιος περὶ τοῦ μὴ δεῖν παιδοποιεῖσθαι· (Eur. Phoen. 19) εἰ γὰρ φυτεύσεις παῖδα, ἀποκτενεῖ σ’ ὁ φύς καὶ πᾶς σὸς οἶκος βήσεται δι’ αἵματος, φασίν, ὡς κηρύττει τὰ συγγράμματα αὐτῶν, ⟨οὐχ⟩ οὕτως αὐτὸν χρῆσαι ὡς οὐκ εἰδότα ὅτι μὴ πεισθήσεται (παντὸς γὰρ μᾶλλον ᾔδει), ἀλλ' ὅτι μηδὲν μὲν αὐτοῦ τοιοῦτον χρήσαντος οὐδὲν ἔμελλεν τῶν κατὰ τὴν περιπέτειαν τὴν περὶ τὸν Λάϊόν τε καὶ τὸν Οἰδίπουν γενομένων γίνεσθαι. οὔτε γὰρ ἂν ἐξέθηκεν ὁ Λάϊος τὸν γενόμενον αὐτῷ παῖδα, ὡς ἐξέθηκεν, οὔτ’ ἀναιρεθεὶς ὁ παῖς ὑπὸ τοῦ βουκόλου καὶ δοθεὶς πρὸς εἰσποίησιν τῷ Κορινθίῳ Πολύβῳ, ἀνδρωθεὶς καὶ περιτυχὼν τῷ Λαΐῳ κατὰ τὴν ὁδὸν ἀγνοῶν τε καὶ ἀγνοούμενος ἀπέκτεινεν αὐτόν. οὐ γὰρ ἄν ποτε ὡς υἱὸς ἔνδον παρ’ αὐτοῖς τρεφόμενος ἠγνόησε τοὺς γονεῖς, ὡς τὸν μὲν αὐτῶν ἀποκτεῖναι, τὴν δὲ ἀγαγέσθαι πρὸς γάμον. ὅπως οὖν πάντα ταῦτα σωθῇ καὶ πληρωθῇ τὸ τῆς εἱμαρμένης δρᾶμα, φαντασίαν ὁ θεὸς διὰ τοῦ χρησμοῦ τῷ Λαΐῳ παρέσχεν ὡς δυναμένῳ φυλάξασθαι τὰ λεγόμενα, καὶ ἐπεὶ μεθυσθεὶς ἐπαιδοποιήσατο, ἐξέθηκεν τὸ γενόμενον παιδίον ὡς διαφθερῶν, ἥτις ἔκθεσις αἰτία τῶν ἀνοσίων μύθων ἐγένετο.