Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.959
Not analysed yet
Alexander Aphrod. de fato cp. 10 p. 176, 14 Bruns. τὸ δὲ λέγειν μὴ ἀναιρεῖσθαι πάντων γινομένων καθ’ εἱμαρμένην τὸ δυνατόν τε καὶ τὸ ἐνδεχόμενον, τῷ δυνατὸν μὲν εἶναι γενέσθαι τοῦτο ὃ ὑπ’ οὐδενὸς κωλύεται γενέσθαι κἂν μὴ γένηται, τῶν δὲ καθ’ εἱμαρμένην γινομένων οὐ κεκώλυται τὰ ἀντικείμενα γενέσθαι· διὸ καίτοι μὴ γινόμενα ὅμως ἐστὶ δυνατά καὶ τοῦ μὴ κεκωλῦσθαι γενέσθαι αὐτὰ ἀπόδειξιν φέρειν τὸ ἡμῖν τὰ κωλύοντα αὐτὰ ἄγνωστα εἶναι, πάντως μέν τινα ὄντα· ἃ γάρ ἐστιν αἴτια τοῦ γίνεσθαι τὰ ἀντικείμενα αὐτοῖς καθ’ εἱμαρμένην, ταῦτα καὶ τοῦ μὴ γίνεσθαι τούτοις αἴτια, εἴ γε, ὥς φασιν, ἀδύνατον τῶν αὐτῶν περιεστώτων γίνεσθαι τὰ ἀντικείμενα· ἀλλ’ ὅτι μὴ ἡμῖν ἐστι γνώριμα, τίνα ἐστί, διὰ τοῦτο ἀκώλυτον αὐτῶν τὸ γίνεσθαι λέγουσιν -τὸ δὴ ταῦτα λέγειν πῶς οὐ παιζόντων ἐστίν;