Ancient Greek · ~12 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.979.1
Not analysed yet
Alexander Aphrod. de fato cp. 13 p. 181, 13 Bruns. ἀναιροῦντες γὰρ τὸ ἐξουσίαν ἔχειν τὸν ἄνθρωπον τῆς αἱρέσεώς τε καὶ πράξεως τῶν ἀντικειμένων λέγουσιν ἐφ’ ἡμῖν εἶναι τὸ γινόμενον ⟨καθ’ ὁρμὴν⟩ δι’ ἡμῶν. ἐπεὶ γάρ, φασίν, τῶν ὄντων τε καὶ γινομένων αἱ φύσεις ἕτεραί τε καὶ διάφοροι (οὐ γὰρ αἱ αὐταὶ τῶν ἐμψύχων τε καὶ τῶν ἀψύχων, ἀλλ’ οὐδὲ τῶν ἐμψύχων ἁπάντων αἱ αὐταὶ πάλιν· αἱ γὰρ κατ’ εἶδος τῶν ὄντων διαφοραὶ τὰς τῶν φύσεων αὐτῶν διαφορὰς δεικνύουσιν), γίνεται δὲ τὰ ὑφ’ ἑκάστου γινόμενα κατὰ τὴν οἰκειίαν φύσιν, τὰ μὲν ὑπὸ λίθου κατὰ τὴν λίθου, τὰ δ’ ὑπὸ πυρὸς κατὰ τὴν πυρὸς καὶ τὰ ὑπὸ ζῴου κατὰ τὴν ζῴου, οὐδὲν μὲν τῶν κατὰ τὴν οἰκείαν φύσιν ὑφ’ ἑκάστου γινομένων δύνασθαί φασιν ἄλλως ἔχειν, ἀλλ’ ἕκαστον τῶν γινομένων ὑπ’ αὐτῶν γίνεσθαι κατηναγκασμένως, κατ’ ἀνάγκην οὐ τὴν ἐκ βίας, ἀλλ’ ἐκ τοῦ μὴ δύνασθαι τὸ πεφυκὸς οὕτως, ὄντων τῶν περιεστώτων τοιούτων ⟨ἃ⟩ ἀδύνατον αὐτῷ μὴ περιεστάναι, τότε ἄλλως πως καὶ μὴ οὕτως κινηθῆναι. μήτε γὰρ τὸν λίθον, εἰ ἀπὸ ὕψους ἀφεθείη τινός, δύνασθαι μὴ φέρεσθαι κάτω μηδενὸς ἐμποδίζοντος· τῷ ⟨γὰρ⟩ βαρύτητα μὲν ἔχειν αὐτὸν ἐν αὑτῷ, ταύτην δ’ εἶναι τῆς τοιαύτης κινήσεως κατὰ φύσιν ⟨αἰτίαν⟩, ὅταν καὶ τὰ ἔξωθεν αἴτια τὰ πρὸς τὴν κατὰ φύσιν κίνησιν τῷ λίθῳ συντελοῦντα παρῇ, ἐξ ἀνάγκης τὸν λίθον ὡς πέφυκεν φέρεσθαι, (πάντως δ’ αὐτῷ καὶ ἐξ ἀνάγκης παρεῖναι ταῦτα τὰ αἴτια, δι’ ἃ κινεῖται τότε), οὐ μόνον μὴ δυνάμενον μὴ κινεῖσθαι τούτων παρόντων, ἀλλὰ καὶ ἐξ ἀνάγκης κινεῖσθαι τότε καὶ γίνεσθαι τὴν τοιαύτην κίνησιν ὑπὸ τῆς εἱμαρμένης διὰ τοῦ λίθου· ὁ δ’ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. ὡς δὲ ἐπὶ τῶν ἀψύχων ἔχει, οὕτως δὲ καὶ ἐπὶ τῶν ζῴων ἔχειν φασίν. εἶναι γάρ τινα καὶ τοῖς ζῴοις κίνησιν κατὰ φύσιν, ταύτην δ’ εἶναι τὴν καθ’ ὁρμήν· πᾶν γὰρ ζῷον ὡς ζῷον κινούμενον κινεῖσθαι ⟨τὴν⟩ καθ’ ὁρμὴν κίνησιν, ὑπὸ τῆς εἱμαρμένης διὰ ζῴου γινομένην. οὕτως δὲ τούτων ἐχόντων καὶ γινομένων ὑπὸ τῆς εἱμαρμένης κινήσεων τε καὶ ἐνεργειῶν ἐν τῷ κόσμῳ τῶν μὲν διὰ γῆς, ἂν οὕτω τύχῃ, τῶν δὲ δι’ ἀέρος, τῶν δὲ διὰ πυρός, τῶν δὲ δι’ ἄλλου τινός, γινομένων δέ τινων καὶ διὰ ζῴων (τοιαῦται δὲ αἱ καθ’ ὁρμὴν κινήσεις), τὰς διὰ τῶν ζῴων ὑπὸ τῆς εἱμαρμένης γινομένας ἐπὶ τοῖς ζῴοις εἶναι λέγουσιν, ὁμοίως μὲν ὡς πρὸς τὸ ἀναγκαῖον τοῖς ἄλλοις γινομένας ἅπασιν, τῷ δεῖν καὶ τὰ ἐξ ἀνάγκης τὰ ἔξωθεν αἴτια παρεῖναι τότε, ὥστε αὐτὰ τὴν ἐξ ἑαυτῶν τε καὶ καθ’ ὁρμὴν κίνησιν ἐξ ἀνάγκης οὕτω πως ἐνεργεῖν, ὅτι δὲ αὗται μὲν δι’ ὁρμῆς τε καὶ συγκαταθέσεως, ἐκείνων δὲ αἱ μὲν διὰ βαρύτητα γίνονται, αἱ δὲ διὰ θερμότητα, αἱ δὲ κατ’ ἄλλην τινα **ταύτην μὲν ἐπὶ τοῖς ζῴοις λέγοντες, οὐκέτι δὲ ἐκείνων ἑκάστην τὴν μὲν ἐπὶ τῷ λίθῳ, τὴν δὲ ἐπὶ τῷ πυρί. καὶ τοιαύτη μὲν αὐτῶν ἡ περὶ τοῦ ἐφ’ ἡμῖν δόξα, ὡς δι’ ὀλίγων εἰπεῖν.