Ancient Greek · ~2 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.980
Not analysed yet
Alexander Aphrod. de fato cp. 14 p. 183, 5 Bruns. ἐπεὶ γὰρ οὐκ ἄλλως ⟨ἂν⟩ γένοιτο τὰ διὰ τοῦ ζῴου γινόμενα ἢ ὁρμήσαντος τοῦ ζῴου, ἀλλὰ διὰ τὸ συγκατατίθεσθαι μὲν τὸ ζῷον καὶ ὁρμῆσαι γίνεται, μὴ συγκαταθεμένου δὲ οὐ γίνεται, ταῦτα ἐπὶ τῷ ζῴῳ φασὶν εἶναι, ἐξ ἀνάγκης μὲν ἐσόμενα ὑπ’ αὐτοῦ (οὐ γὰρ οἷόν τε ἄλλως), τῷ δὲ μὴ δύνασθαι δι’ ἄλλου τινὸς ἢ διὰ τούτου γενέσθαι μηδ’ ἄλλως ἢ οὕτως διὰ τούτου, τὸ εἶναι αὐτὰ ἐπὶ τῷ ζῴῳ οἰηθέντες.