Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.981
Not analysed yet
Alexander Aphrod. de fato cp. 14 p. 183, 21 Bruns. ἐπὶ τούτῳ δὲ ἐκεῖνο ἄν τις αὐτῶν θαυμάσειεν, τί παθόντες ἐν τῇ ὁρμῇ τε καὶ συγκαταθέσει τὸ ἐφ’ ἡμῖν φασιν εἶναι, δι’ ὃ καὶ ὁμοίως ἐν πᾶσι τοῖς ζῴοις τηροῦσιν αὐτό. οὐ γὰρ τὸ ἐφ’ ἡμῖν ἐν τῷ φαντασίας προσπεσούσης εἶξαί τε ἐξ ἑαυτῶν τῇ φαντασίᾳ καὶ ὁρμῆσαι ἐπὶ τὸ φανέν. p. 184, 11. εἰ δὲ τὸ ἐφ’ ἡμῖν ἐστι ἐν τῇ λογικῇ συγκαταθέσει, ἥτις διὰ τοῦ βουλεύεσθαι γίνεται (ut putat Alex.) ,οἱ δὲ (scil. Chrys.) ἐν τῇ συγκαταθέσει τε καὶ ὁρμῇ φασιν εἶναι, ὅτι καὶ ἀλόγως γίνεται, δῆλοι δι’ ὧν λέγουσι ῥᾳθυμότερον περὶ τοῦ ἐφ’ ἡμῖν διαλαμβάνοντες etc. p. 184, 20. ἐοίκασι δέ, παραλελοιπότες τὸν λόγον ἐν τῇ ὁρμῇ τὸ ἐφ’ ἡμῖν τίθεσθαι, ὅτι μηκέτ’ ἐν τῷ βουλεύεσθαι λέγουσιν αὐτοῖς τὸ ἐφ’ ἡμῖν εἶναι προχωρεῖ τὸ σόφισμα. ἐπὶ μὲν γὰρ τῆς ὁρμῆς ἔχουσι λέγειν τὸ ἐπὶ τοῖς ζῴοις εἶναι τὰ γινόμενα καθ’ ὁρμήν, ὅτι μὴ οἷά τε χωρὶς ὁρμῆς τὰ δι’ αὐτῶν γινόμενα ποιεῖν, εἰ δ’ ἐν τῷ βουλεύεσθαι τὸ ἐφ’ ἡμῖν etc.