Ancient Greek · ~15 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.989.1
Not analysed yet
Origenes de oratione 6 Vol. II p. 311, 16 Kö. (p. 206 ed. Delarue). Τῶν κινουμένων τὰ μέν τινα τὸ κινοῦν ἔξωθεν ἔχει, ὥσπερ τὰ ἄψυχα καὶ ὑπὸ ἕξεως μόνης συνεχόμενα· καὶ τὰ ὑπὸ φύσεως καὶ ψυχῆς κινούμενα οὐχ ᾗ τοιαῦτα ἔσθ’ ὅτε κινούμενα, ἀλλ’ ὁμοίως τοῖς ὑπὸ ἕξεως μόνης συνεχομένοις. Λίθοι γὰρ καὶ ξύλα τὰ ἐκκοπέντα τοῦ μετάλλου ἢ τὸ φύειν ἀπολωλεκότα, ὑπὸ ἕξεως μόνης συνεχόμενα, τὸ κινοῦν ἔξωθεν ἔχει. ἀλλὰ καὶ τὰ τῶν ζῴων σώματα καὶ τὰ φορητὰ τῶν πεφυτευμένων ὑπό τινος μετατιθέμενα, οὐχ ἡ ζῷα καὶ φυτὰ μετατίθεται, ἀλλ’ ὁμοίως λίθοις καὶ ξύλοις τοῖς τὸ φύειν ἀπολωλεκόσι· κἂν φθίνῃ δὲ καθ’ αὑτά, τῷ ῥευστὰ εἶναι πάντα τὰ σώματα φθίνοντα παρακολουθητικὴν ἔχει τὴν ἐν τῷ φθίνειν κίνησιν. -δεύτερα δὲ παρὰ ταῦτά ἐστι κινούμενα τὰ ὑπὸ τῆς ἐνυπαρχούσης φύσεως ἢ ψυχῆς κινούμενα, ἃ καὶ ἐξ αὐτῶν κινεῖσθαι λέγεται παρὰ τοῖς κυριώτερον χρωμένοις τοῖς ὀνόμασι. τρίτη δέ ἐστι κίνησις ἡ ἐν τοῖς ζᾠοις, ἥτις ὀνομάζεται ἡ ἀφ’ αὑτοῦ κίνησις. οἶμαι δὲ ὅτι ἡ τῶν λογικῶν κίνησις δι’ αὑτῶν ἐστι κίνησις. ἐὰν δὲ περιέλωμεν ἀπὸ τοῦ ζῴου τὴν ἀπ’ αὐτοῦ κίνησιν, οὐδὲ ζῷον ἔτι ὂν ὑπονοηθῆναι δύναται, ἀλλὰ ἔσται ὅμοιον ἤτοι φυτῷ ὑπὸ φύσεως μόνης κινουμένῳ, ἢ λίθῳ ὑπό τινος ἔξωθεν φερομένῳ. ἐὰν δὲ παρακολουθῇ τι τῇ ἰδίᾳ κινήσει, ἐπεὶ τοῦτο δι’ αὐτοῦ κινεῖσθαι ὠνομάσαμεν, ἀνάγκη τοῦτο εἶναι λογικόν. -Οἱ τοίνυν θέλοντες μηδὲν εἶναι ἐφ’ ἡμῖν, ἀναγκαίως ἠλιθιώτατόν τι παραδέξονται, πρῶτον μὲν ὅτι οὐκ ἐσμὲν ζῷα, δεύτερον δὲ ὅτι οὐδὲ λογικά, ἀλλ’ οἷον ὑπὸ ἔξωθεν κινοῦντος, αὐτοὶ οὐδαμῶς κινούμενοι, ποιεῖν ὑπ’ ἐκείνου λεγοίμεθ’ ⟨ἄν⟩ ἃ ποιεῖν νομιζόμεθα· ἄλλως τε καὶ τοῖς ἰδίοις πάθεσιν ἐπιστήσας τις ὁράτω, εἰ μὴ ἀναιδῶς ἐρεῖ, μὴ αὐτὸς θέλειν καὶ μὴ αὐτὸς ἐσθίειν καὶ μὴ αὐτὸς περιπατεῖν, μηδὲ αὐτὸς συγκατατίθεσθαι καὶ παραδέχεσθαι ὁποῖα δήποτε τῶν δογμάτων, μηδὲ αὐτὸς ἀνανεύειν πρὸς ἕτερα ὡς ψευδῆ. -Ὥσπερ οὖν πρός τινα δόγματα ἀμήχανον διατεθῆναι ἄνθρωπον, κἂν μυριάκις αὐτὰ κατασκευάζῃ εὑρεσιλογῶν καὶ πιθανοῖς λόγοις χρώμενος οὕτως ἀδύνατον διατεθεῖσθαί τινα περὶ τῶν ἀνθρωπίνων ὡς μηδαμῶς τοῦ ἐφ’ ἡμῖν σῳζομένου. τίς γὰρ διάκειται περὶ τοῦ μηδὲν εἶναι καταληπτὸν ἢ οὕτως βιοῖ ὡς ἐπέχων περὶ παντὸς οὑτινοσοῦν; τίς δὲ οὐκ ἐπιπλήττει, φαντασίαν ἁμαρτήσαντος οἰκέτου λαβών, τῷ θεράποντι; καὶ τίς ἐστιν ὃς μὴ αἰτιᾶται υἱὸν τὸ πρὸς γονεῖς καθῆκον μὴ ἀποδιδόντα; ἢ μὴ μέμφεται καὶ ψέγει ὡς αἰσχρὸν πεποιηκυῖαν τὴν μεμοιχευμένην; βιάζεται γὰρ ἡ ἀλήθεια καὶ ἀναγκάζει, κἂν μυριάκις τις εὑρεσιλογῇ, ὁρμᾶν καὶ ἐπαινεῖν καὶ ψέγειν, ὡς τηρουμένου τοῦ ἐφ’ ἡμῖν καὶ τούτου ἐπαινετοῦ ἢ ψεκτοῦ γινομένου παρʹ ἡμᾶς. -Εἰ δὴ τὸ ἐφ’ ἡμῖν σῴζεται, μυρίας ὅσας ἀπονεύσεις ἔχον πρὸς ἀρετὴν ἢ κακίαν, καὶ πάλιν πρὸς τὸ καθῆκον ἢ πρὸς τὸ παρὰ τὸ καθῆκον, ἀναγκαίως τοῦτο μετὰ τῶν λοιπῶν, πρὶν γένηται, τῷ θεῷ ἔγνωσται ἀπὸ κτίσεως καὶ καταβολῆς κόσμου, ὁποῖον ἔσται· καὶ ἐν πᾶσιν οἷς προδιατάσσεται ὁ θεός, ἀκολούθως οἷς ἑώρακε περὶ ἑκάστου ἔργου τῶν ἐφ’ ἡμῖν, προδιατέτακται κατ’ ἀξίαν ἑκάστῳ κινήματι τῶν ἐφ’ ἡμῖν τὸ καὶ ἀπὸ τῆς προνοίας αὐτῷ ἀπαντησόμενον, ἔτι δὲ καὶ κατὰ τὸν εἱρμὸν τῶν ἐσομένων συμβησόμενον, οὐχὶ τῆς προγνώσεως τοῦ θεοῦ αἰτίας γινομένης τοῖς ἐσομένοις πᾶσι καὶ ἐκ τοῦ ἐφ’ ἡμῖν κατὰ τὴν ὁρμὴν ἡμῶν ἐνεργηθησομένοις. εἰ γὰρ καὶ καθ’ ὑπόθεσιν μὴ γινώσκοι ὁ θεὸς τὰ ἐσόμενα, οὐ παρὰ τοῦτο ἀπολοῦμεν τὸ τάδε τινὰ ἐνεργήσειν καὶ τάδε θελήσειν· πλέον δὲ ἀπὸ τῆς προγνώσεως γίνεται τὸ κατάταξιν λαμβάνειν εἰς τὴν τοῦ παντὸς διοίκησιν, χρειώδη τῇ τοῦ κόσμου καταστάσει, τὸ ἑκάστου ἐφ’ ἡμῖν. Vol. II p. 314, 4 Kö. (p. 208 Del.) . ἐὰν δέ τις ταράττηται διὰ τὸ μὴ οὐ ψεύσασθαι τὸν θεὸν τὰ μέλλοντα προεγνωκότα, ὡς τῶν πραγμάτων κατηναγκασμένων, λεκτέον πρὸς τὸν τοιοῦτον, ὅτι αὐτὸ τοῦτο ἔγνωσται τῷ θεῷ ἀραρότως, τὸ μὴ ἀραρότως τόνδε τινὰ τὸν ἄνθρωπον καὶ βεβαίως βούλεσθαι τὰ κρείττονα ἢ οὕτω θελήσειν τὰ χείρονα, ὥστε ἀνεπίδεκτον αὐτὸν ἔσεσθαι μεταβολῆς τῆς ἐπὶ τὰ συμφέροντα.