Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.990
Not analysed yet
Origenes de principiis lib. III p. 110 ed. Delarue. Τὸ δὲ τούτων οὕτως ἡμῖν γινομένων ⟨τὰ⟩ ἔξωθεν αἰτιᾶσθαι καὶ ἑαυτοὺς ἀπολύειν ἐγκλήματος, ὁμοίους ἑαυτοὺς ἀποφαινομένους ξύλοις καὶ λίθοις ἑλκυσθεῖσιν ὑπὸ τῶν ἔξωθεν αὐτὰ κινησάντων, οὐκ ἀληθὲς οὐδὲ εὔγνωμον, βουλομένου τε λόγος ἐστὶν ὁ τοιοῦτος τὴν ἔννοιαν τοῦ αὐτεξουσίου παραχαράττειν. εἰ γὰρ πυθοίμεθα αὐτοῦ τί ἦν τὸ αὐτεξούσιον, λέγοι ἂν ὅτι εἰ μηδὲν τῶν ἔξωθεν ἀπήντα, ἐμοῦ τόδε τι προθεμένου, τὸ ἐπὶ τὸ ἐναντίον προκαλούμενον. -πάλιν τε αὖ ψιλὴν τὴν κατασκευὴν αἰτιᾶσθαι, παρὰ τὸ ἐναργές ἐστι, λόγου παιδευτικοῦ τοὺς ἀκρατεστέρους καὶ τοὺς ἀγριωτάτους παραλαμβάνοντος, εἰ τῇ προτροπῇ παρακολουθήσαιεν, καὶ μεταβάλλοντος, ὥστε παρὰ πολὺ γεγονέναι τὴν τροπὴν καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολήν, πολλάκις τῶν ἀκολαστοτάτων βελτιόνων γενομένων παρὰ τοὺς τῇ φύσει πρότερον οὐ δοκοῦντας εἶναι τοιούτους, καὶ τῶν ἀγριωτάτων εἰς τοσοῦτον ἡμερότητος μεταβαλλόντων, ὥστε τοὺς μηδὲ πώποτε οὕτως ἀγριωθέντας ἀγρίους εἶναι δοκεῖν συγκρίσει τοῦδέ τινος μεταβεβληκότος ἐπὶ τὸ ἥμερον. ὁρῶμέν τε ἑτέρους εὐσταθεστάτους καὶ σεμνοτάτους ἐκ διαστροφῆς ἐπὶ τὰς χείρους διατριβὰς ἐκκρουομένους τοῦ σεμνοῦ καὶ εὐσταθοῦς, ὥστε εἰς ἀκολασίαν αὐτοὺς μεταβαλεῖν, πολλάκις ἀρχομένης τῆς ἀκολασίας μεσούσης τῆς ἡλικίας, καὶ ἐμπίπτοντας εἰς ἀταξίαν μετὰ τὸ παρεληλυθέναι τὸ τῆς νεότητος ὅσον ἐπὶ τῇ φύσει ἄστατον. οὐκοῦν ὁ λόγος δείκνυσιν ὅτι τὰ μὲν ἔξωθεν οὐκ ἐφ’ ἡμῖν ἐστι, τὸ δὲ οὕτως ἢ ἐναντίως χρήσασθαι αὐτοῖς τὸν λόγον κριτὴν παραλαβόντα καὶ ἐξεταστὴν τοῦ πῶς δεῖ πρὸς τάδε τινὰ τῶν ἔξωθεν ἀπαντῆσαι, ἔργον ἐστὶ ἡμέτερον.