Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.991
Not analysed yet
Nemesius de nat. hom. c. 35 p. 258. οἱ δὲ λέγοντες ὅτι καὶ τὸ ἐφ’ ἡμῖν καὶ τὸ καθ’ εἱμαρμένην σῴζεται (ἑκάστῳ γὰρ τῶν γινομένων δεδόσθαι τι καθ’ εἱμαρμένην, ὡς τῷ ὕδατι τὸ ψύχειν καὶ ἑκάστῳ τῶν φυτῶν τὸ τοιόνδε καρπὸν φέρειν, καὶ τῷ λίθῳ τὸ κατωφερὲς καὶ τῷ πυρὶ τὸ ἀνωφερές, οὕτω καὶ τῷ ζῴῳ τὸ συγκατατίθεσθαι καὶ ὁρμᾶν· ὅταν δὲ ταύτῃ τῇ ὁρμῇ μηδὲν ἀντιπέσῃ τῶν ἔξωθεν καὶ καθ’ εἱμαρμένην, τότε τὸ περιπατεῖν τέλεον ἐφ’ ἡμῖν εἶναι καὶ πάντως περιπατήσομεν) οἱ ταῦτα λέγοντες -εἰσὶ δὲ τῶν Στωϊκῶν Χρύσιππός τε καὶ Φιλοπάτωρ καὶ ἄλλοι πολλοὶ καὶ λαμπροί, οὐδὲν ἕτερον ἀποδεικνύουσιν ἢ πάντα καθ’ εἱμαρμένην γίνεσθαι. εἰ γὰρ καὶ τὰς ὁρμὰς παρὰ τῆς εἱμαρμένης φασὶν ἡμῖν δεδόσθαι, καὶ ταύτας ποτὲ μὲν ὑπὸ τῆς εἱμαρμένης ἐμποδίζεσθαι, ποτὲ δὲ μή, δῆλον ὡς πάντα καθ’ εἱμαρμένην γίνεται καὶ τὰ δοκοῦντα ἐφ’ ἡμῖν εἶναι. ——εἰ γὰρ τῶν αὐτῶν αἰτίων περιεστηκότων, ὥς φασιν αὐτοί, πᾶσα ἀνάγκη τὰ αὐτὰ γίνεσθαι καὶ οὐχ οἷοντε ποτὲ μὲν οὕτως ποτὲ δ’ ἄλλως γενέσθαι, διὰ τὸ ἐξ αἰῶνος ἀποκεκληρῶσθαι ταῦτα, ἀνάγκη καὶ τὴν ὁρμὴν τὴν τοῦ ζῴου πάντη τε καὶ πάντως τῶν αὐτῶν αἰτίων περιεστηκότων οὕτως γενέσθαι. et paullo infra: εἰ γὰρ τὴν ὁρμὴν ἐφ’ ἡμῖν τάττουσιν, ὅτι φύσει ταύτην ἔχομεν, τί κωλύει καὶ ἐπὶ τῷ πυρὶ λέγειν εἶναι τὸ καίειν, ἐπειδὴ φύσει καίει τὸ πῦρ; ὥς που καὶ παρεμφαίνειν ἔοικεν ὁ Φιλοπάτωρ ἐν τῷ περὶ εἱμαρμένης.