Ancient Greek · ~3 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.996
Not analysed yet
Origenes comment. in Genesin Tom. II p. 13 Delarue. ὅτι μέντοι γε πολλῶν τῶν ἐφ’ ἡμῖν αἴτια πλεῖστα τῶν οὐκ ἐφ’ ἡμῖν ἐστι καὶ ἡμεῖς ὁμολογήσομεν· ὧν μὴ γενομένων, λέγω δὲ τῶν οὐκ ἐφ’ ἡμῖν, οὐκ ἂν τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἐπράττετο· πράττεται δὲ τάδε τινὰ τῶν ἐφ’ ἡμῖν ἀκόλουθα τοῖσδε τοῖς προγενομένοις οὐκ ἐφ’ ἡμῖν, ἐνδεχομένου τοῦ ἐπὶ τοῖς αὐτοῖς προγενομένοις καὶ ἕτερα πρᾶξαι παρ’ ἃ πράττομεν. εἰ δέ τις ζητεῖ τὸ ἐφ’ ἡμῖν ἀπολελυμένον εἶναι τοῦ παντὸς ὥστε μὴ διὰ τάδε τινὰ συμβεβηκότα ἡμῖν ἡμᾶς αἱρεῖσθαι τάδε, ἐπιλέλησται κόσμου μέρος ὢν καὶ ἐμπεριεχόμενος ἀνθρώπων κοινωνίᾳ καὶ τοῦ περιέχοντος.