Ancient Greek · ~4 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.997
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 47 p. 1056b. Ὁ δὲ λέγων ὅτι Χρύσιππος οὐκ αὐτοτελῆ τούτων αἰτίαν (sc. τοῦ κατορθοῦν καὶ φρονεῖν) ἀλλὰ προκαταρτικὴν μόνον ἐποιεῖτο τὴν εἱμαρμένην, ἐκεῖ πάλιν αὐτὸν ἀποδείξει μαχόμενον πρὸς αὑτόν, ὅπου τὸν μὲν Ὅμηρὸν ὑπερφυῶς ἐπαινεῖ περὶ τοῦ Διὸς λέγοντα (Ο 109) Τῷ ἔχεθ’ ὅττι κεν ὔμμι κακὸν πέμπησιν ἑκάστῳ ἢ ἀγαθόν· καὶ τὸν Εὐριπίδην (Suppl. 734) Ὦ Ζεῦ, τί δῆτα τοὺς ταλαιπώρους βροτοὺς φρονεῖν λέγοιμ’ ἄν; σοῦ γὰρ ἐξηρτήμεθα, δρῶμέν τε τοιάδʼ, ἃ σύ ⟨γε⟩ τυγχάνεις φρονῶν. αὐτὸς δὲ πολλὰ τούτοις ὁμολογούμενα γράφει, τέλος δέ φησι μηδὲν ἴσχεσθαι μηδὲ κινεῖσθαι μηδὲ τοὐλάχιστον ἄλλως ἢ κατὰ τὸν τοῦ Διὸς λόγον· ὃν τῇ εἱμαρμένῃ τὸν αὐτὸν εἶναι. Ἔτι τοίνυν τὸ μὲν προκαταρκτικὸν αἴτιον ἀσθενέστερόν ἐστι τοῦ αὐτοτελοῦς, καὶ οὐκ ἐξικνεῖται κρατούμενον ὑπ’ ἄλλων ἐξανισταμένων· τὴν δ’ εἱμαρμένην αἰτίαν ἀνίκητον καὶ ἀκώλυτον καὶ ἄτρεπτον ἀποφαίνων, αὐτὸς Ἄτροπον καλεῖ καὶ Ἀδράστειαν καὶ Ἀνάγκην καὶ Πεπρωμένην, ὡς πέρας ἅπασιν ἐπιτιθεῖσαν. (dein Plutarchus probare studet, si talis exstet fatalis necessitas, qualem fingit Chrysippus, liberum hominum arbitrium tolli, τὸ ἐφ’ ἡμῖν καὶ τὸ ἑκούσιον ἀναιρεῖσθαι).