Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg1264.tlg001.1st1K-grc1
Chrysippus, Fragmenta Logica et Physica 1.998
Not analysed yet
Diogenianus apud Eusebium praep. evang. VI p. 265d. Ἐν μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ’ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι’ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ’ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γινόμενα φαίνεται. φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δήλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει. κέχρηταί τε παραδείγμασι τοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖσθαι, φησί, θοιμάτιον οὐχ ἁπλῶς καθείμαρτο, ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σωθήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους· καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί. ὥσπερ γὰρ, φησίν, λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσεσθαι τοῦ ἀγώνος πάντως ἄπληκτον, ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ἡγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν, τοῦ τήν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀνθρώμου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰπόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει. πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βούλεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησίν, αὐτὰ γενέσθαι καθείμαρτο. p. 266d. ἀλλὰ παρ’ ἡμᾶς μὲν ἔσται, φησί, περιειλημμένου μέντοι τοῦ παρ' ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. p. 267a. καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δήλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ’ ἡμᾶς αἰτίαν. καθείμαρται γὰρ, φησί, σωθῆναι θοιμάτιον, εἰ φυλάττοις αὐτό, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα etc.