Ancient Greek
§ 5. Virtutem sufficere ad vitam beatam.
Chrysippus, Fragmenta Moralia § 5. Virtutem sufficere ad vitam beatam.
Not analysed yet
Diog. Laërt. VII 127. αὐτάρκη τε εἶναι αὐτὴν (scil. τὴν ἀρετὴν) πρὸς εὐδαιμονίαν, καθά φησι Ζήνων καὶ Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Ἀρετῶν καὶ Ἑκάτων ἐν τῷ δευτέρῳ περὶ ἀγαθῶν. Εἰ γάρ, φησίν, αὐτάρκης ἐστὶν ἡ μεγαλοψυχία πρὸς τὸ πάντων ὑπεράνω ποιεῖν, ἔστι δὲ μέρος ἀρετῆς, αὐτάρκης ἐστὶ καὶ ἡ ἀρετὴ πρὸς εὐδαιμονίαν, καταφρονοῦσα καὶ τῶν δοκούντων ὀχληρῶν.