Ancient Greek
Fragment 104
Chrysippus, Fragmenta Moralia 104
Not analysed yet
Stobaeus ecl. II 70, 21 W. τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δὲ ἕξεις μέν, διαθέσεις δ’ οὔ, τὰ δ’ οὔτε ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν τὰς ἀρετὰς πάσας, ἕξεις δὲ μόνον καὶ οὐ διαθέσεις τὰ ἐπιτηδεύματα ὡς τὴν μαντικὴν καὶ τὰ παραπλήσια· οὔτε δὲ ἕξεις οὔτε διαθέσεις τὰς κατ’ ἀρετὰς ἐνεργείας, οἷον φρονίμευσιν καὶ τὴν τῆς σωφροσύνης κτῆσιν καὶ τὰ παραπλήσια. ὁμοίως δὲ καὶ τῶν περὶ ψυχὴν κακῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δ’ ἕξεις μέν, διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν τὰς κακίας πάσας, ἕξεις δὲ μόνον τὰς εὐκαταφορίας, οἷον τὴν φθονερίαν, τὴν ἐπιλυπίαν καὶ τὰ ὅμοια καὶ ἔτι τὰ νοσήματα καὶ ἀῤῥωστήματα, οἷον φιλαργυρίαν, οἰνοφλυγίαν καὶ τὰ παραπλήσια. οὔτε ⟨δ’⟩ ἕξεις οὔτε διαθέσεις τὰς κατὰ κακίας ἐνεργείας, οἷον ἀφρόνευσιν, ἀδίκευσιν καὶ τὰ ταύταις παραπλήσια.