Ancient Greek
Fragment 123
Chrysippus, Fragmenta Moralia 123
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 31 p. 1048c. Ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. Ὧι γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτ’ ἀγαθὸν εἶναι, μήτε κακόν. Πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι. Διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν. Plutarchus de comm. not. cp. 23 p. 1070a. Τὰ αὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετά, καὶ οἰκεῖα καὶ οὐκ ἀγαθά, καὶ ἀνωφελῆ μέν, εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς, ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες.