Ancient Greek
Fragment 135
Chrysippus, Fragmenta Moralia 135
Not analysed yet
Diog. Laërt. VII 107. ἔτι τῶν προηγμένων τὰ μὲν δι’ αὑτὰ προῆκται, τὰ δὲ δι’ ἕτερα, τὰ δὲ καὶ δι’ αὑτὰ καὶ δι’ ἕτερα. δι’ αὑτὰ μὲν εὐφυΐα, προκοπὴ καὶ τὰ ὅμοια, δι’ ἕτερα δὲ πλοῦτος, εὐγένεια καὶ τὰ ὅμοια, δι’ αὑτὰ δὲ καὶ δι’ ἕτερα ἰσχύς, εὐαισθησία, ἀρτιότης· δι’ αὑτὰ μέν, ὅτι κατὰ φύσιν ἐστί, δι’ ἕτερα δέ, ὅτι περιποιεῖ χρείας οὐκ ὀλίγας. ὁμοίως δὲ ἔχει καὶ τὸ ἀποπροηγμένον κατὰ τὸν ἐναντίον λόγον.