Ancient Greek
Fragment 142
Chrysippus, Fragmenta Moralia 142
Not analysed yet
Stobaeus ecl. II 82, 20 W. πάντα δὲ ⟨τὰ⟩ κατὰ φύσιν ληπτὰ εἶναι καὶ πάντα τὰ παρὰ φύσιν ἄληπτα. τῶν δὲ κατὰ φύσιν τὰ μὲν καθ’ αὑτὰ ληπτὰ εἶναι, τὰ δὲ δι’ ἕτερα. καθ’ αὑτὰ μέν, ὅσα ἐστὶν ὁρμῆς κινητικὰ κατατρεπτικῶς ἐφ’ ἑαυτὰ ἢ ἐπὶ τὸ ἀντέχεσθαι αὐτῶν, οἷον ὑγίειαν, εὐαισθησίαν, ἀπονίαν καὶ κάλλος σώματος. ποιητικὰ ⟨δὲ⟩ ὅσα ἐστὶν ὁρμῆς κινητικὰ ἀν⟨εν⟩εκτικῶς ἐφ’ ἕτερα καὶ μὴ κατατρεπτικῶς, οἷον πλοῦτον, δόξαν καὶ τὰ τούτοις ὅμοια. παραπλησίως δὲ καὶ τῶν παρὰ φύσιν τὰ μὲν εἶναι καθ’ αὑτὰ ἄληπτα, τὰ δὲ τῷ ποιητικὰ εἶναι τῶν καθ’ αὑτὰ ἀλήπτων.