Ancient Greek
Fragment 149
Chrysippus, Fragmenta Moralia 149
Not analysed yet
Theodoret. graec. affect. cur. p. 153, 45. οἱ δὲ Στωϊκοὶ ἐναντία τούτοις ἄντικρυς ἐψηφίσαντο. Τὸ γὰρ ἀκολούθως τῇ φύσει ζῆν ὡρίσαντο τέλος, καὶ τὴν ψυχὴν ἔφασαν μηδὲν ὑπὸ τοῦ σώματος ἢ ὠ φελεῖσθαι ἢ βλάπτεσθαι· οὔτε γὰρ εἰς ἀρετὴν αὐτὴν ἡ ὑγεία μὴ βουλομένην βιάζεται, οὔτε εἰς κακίαν παρὰ γνώμην ἡ νόσος καθέλκει· ἀδιάφορα γὰρ ταῦτα ἔλεγον εἶναι. Ἐκεῖνο δέ γε αὐτῶν κομιδῇ τολμηρόν· ἀνθρώπου γὰρ καὶ θεοῦ τὴν αὐτὴν ἔλεγον ἀρετήν.