Ancient Greek
Fragment 153
Chrysippus, Fragmenta Moralia 153
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 20 p. 1043 e. Καίτοι πολλαχοῦ μὲν ἀποκναίει ταῦτ’ ἐπαινῶν· (Eur. inc. fab. fr. 884 N) Ἐπεὶ τί δεῖ βροτοῖσι πλὴν δυοῖν μόνων, Δήμητρος ἀκτῆς πώματος θ’ ὑδρηχόου; ἐν δὲ τοῖς περὶ Φύσεως λέγει τὸν σοφὸν εἰ τὴν μεγίστην οὐσίαν ἀποβάλοι, δραχμὴν μίαν ἐκβεβληκέναι δόξειν. Plutarchus de Stoic. repugn. cp. 30 p. 1048 b. Ἐν δὲ τῷ τρίτῳ περὶ Φύσεως μακαρίζεσθαί φησιν ἐνίους βασιλεύοντας καὶ πλουτοῦντας, ὅμοιον εἰ χρυσαῖς ἀμίσι χρώμενοι καὶ χρυσοῖς κρασπέδοις ἐμακαρίζοντο· τῷ δ’ ἀγαθῷ τὸ τὴν οὐσίαν ἀποβαλεῖν οἱονεὶ δραχμὴν ἀποβαλεῖν καὶ τὸ νοσῆσαι οἷον προσκόψαι. Plutarchus de comm. not. cp. 22 p. 1069 c. ἀνωφελῶν πραγμάτων καὶ ἀδιαφόρων· τοιαῦτα γὰρ τὰ κατὰ φύσιν, καὶ τὰ ἐκτὸς ἔτι μᾶλλον· εἴγε κρασπέδοις καὶ ἀμίσι χρυσαῖς, καὶ νὴ Δία ληκύθοις, ὅταν τύχωσι, παραβάλλουσι τὸν μέγιστον πλοῦτον.