Ancient Greek · ~3 min
Fragment 167
Chrysippus, Fragmenta Moralia 167
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 14 p. 1039e f. ἐν αὐτοῖς τούτοις (scil. ἐν τοῖς περὶ τοῦ Προτρέπεσθαι) ποτὲ μὲν τοῦ Ἀντισθένους ἐπαινῶν φαίνεται τὸ Δεῖν κτᾶσθαι νοῦν ἢ βρόχον· καὶ τοῦ Τυρταίου τὸ (B. P. L. II p. 20) Πρὶν ἀρετῆς πελάσαι τέρμασιν ἢ θανάτου· ---ποτὲ δὲ τὸν Θέογνιν ἐπανορθούμενος, Οὐκ ἔδει, φησίν, εἰπεῖν· Χρὴ πενίην φεύγοντα (Theogn. 175) μᾶλλον δὲ· Χρὴ κακίαν φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων. Plutarchus de comm. not. cp. 22 p. 1069d. Τὸν τοίνυν Θέογνιν αὐτοὶ παντελῶς ἀγεννῆ καὶ μικρὸν ἡγοῦνται λέγοντα (Theogn. 175) Χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον, ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ’ ἠλιβάτων· οὕτως ἀποδειλιῶντα πρὸς τὴν πενίαν ἀδιάφορον οὖσαν.