Ancient Greek
Fragment 177
Chrysippus, Fragmenta Moralia 177
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 47 p. 1057a. Καὶ μὴν ἔν γε τοῖς πρὸς τοὺς Ἀκαδημαϊκοὺς ἀγῶσιν ὁ πλεῖστος λόγος αὐτῷ τε Χρυσίππῳ καὶ Ἀντιπάτρῳ περὶ τίνος γέγονε; περὶ τοῦ μήτε πράττειν μήτε ὁρμᾶν ἀσυγκαταθέτως, ἀλλὰ πλάσματα λέγειν καὶ κενὰς ὑποθέσεις τοὺς ἀξιοῦντας, οἰκείας φαντασίας γενομένης, εὐθὺς ὁρμᾶν μὴ εἴξαντας μηδὲ συγκαταθεμένους. Αὖθις δέ φησι Χρύσιππος, καὶ τὸν θεὸν ψευδεῖς ἐμποιεῖν φαντασίας, καὶ τὸν σοφόν, οὐ συγκατατιθεμένων οὐδ’ εἰκόντων δεομένους ἡμῶν, ἀλλὰ πραττόντων μόνον καὶ ὁρμώντων ἐπὶ τὸ φαινόμενον· ἡμᾶς δὲ φαύλους ὄντας, ὑπ’ ἀσθενείας συγκατατίθεσθαι ταῖς τοιαύταις φαντασίαις. --p. 1057 b. Ὁ γὰρ οὐ δεόμενος συγκατατιθεμένων ἀλλὰ πραττόντων μόνον, οἷς ἐνδίδωσι τὰς φαντασίας, εἴτε θεὸς εἴτε σοφός, οἶδεν ὅτι πρὸς τὸ πράττειν ἀρκοῦσιν αἱ φαντασίαι καὶ παρέλκουσιν αἱ συγκαταθέσεις· [ὡς] εἰ δὲ γιγνώσκων ὅτι πρακτικὴν ὁρμὴν οὐ παρίστησι φαντασία δίχα συγκαταθέσεως, ψευδεῖς ἐνεργάζεται καὶ πιθανὰς φαντασίας, ἑκὼν αἴτιός ἐστι τοῦ προπίπτειν καὶ ἁμαρτάνειν ἀκαταλήπτοις συγκατατιθεμένους.