Ancient Greek
Fragment 180
Chrysippus, Fragmenta Moralia 180
Not analysed yet
Alexander de anima libri mantissa p. 163, 14 Bruns. ἡ γὰρ φύσις ἡ τὴν ψυχὴν ἡμῖν δοῦσα ἔδωκε καὶ τὸ σῶμα καὶ πρὸς τὰς ἑκατέρου τούτων τελειότητάς τε καὶ οἵας δεῖ κατασκευὰς ᾠκείωσεν ἡμᾶς, ὥστε ὁ τῆς τοῦ ἑτέρου τούτων τελειότητος κατὰ φύσιν στερόμενος οὐδ’ ἂν κατὰ φύσιν βιοῖ (τὸ γὰρ κατὰ φύσιν τὸ κατὰ τὸ βούλημα τῆς φύσεως ἀκούεται)· εἰ δὲ μὴ τοῦτο, οὐδὲ εὐδαιμόνως.