Ancient Greek
Fragment 212
Chrysippus, Fragmenta Moralia 212
Not analysed yet
Plutarchus de Stoic. repugn. cp. 13 p. 1039a. Ὅμοια δ’ εἴρηται τούτοις ἐν τῷ τρίτῳ περὶ θεῶν· Ἔτι γὰρ οἶμαι, φησί, τοὺς ἐπαίνους ἀλλοτριώσεσθαι κατὰ τὰ τοιαῦτα τῶν συμβαινόντων ἀπ’ ἀρετῆς, οἷον δυσθανατώσης γραὸς ἀποσχέσθαι, καὶ καρτερῶς ὑπομεῖναι μυίας δηγμόν. Plutarchus de comm. not. cp. 6 p. 1061 a. Λέγει δὲ καὶ Χρύσιππος ἐν τῷ περὶ τοῦ Διὸς συγγράμματι καὶ τῷ τρίτῳ περὶ θεῶν, ψυχρὸν εἶναι καὶ ἄτοπον καὶ ἀλλότριον τὰ τοιαῦτα τῶν ἀπ’ ἀρετῆς συμβαινόντων ἐπαινεῖν, ὅτι δῆγμα μυίας ἀνδρείως ὑπέμεινε καὶ δυσθανατώσης γραὸς ἀπέσχετο σωφρόνως.