Ancient Greek · ~2 min
Fragment 222
Chrysippus, Fragmenta Moralia 222
Not analysed yet
Philo quis rer. div. heres §299 Vol. III p. 68, 7 Wendl. πρῶτος μὲν γὰρ ἀριθμὸς καθ’ ὃν οὔτε ἀγαθῶν οὔτε κακῶν ἔννοιαν λαβεῖν ἔστιν, ἀτυπώτου τῆς ψυχῆς ὑπαρχούσης, δεύτερος δὲ καθ’ ὃν φορᾷ τῶν ἁμαρτημάτων χρώμεθα, τρίτος δ’ ἐν ᾧ θεραπευόμεθα, τὰ νοσερὰ διωθούμενοι καὶ τὴν ἀκμὴν τῶν παθῶν ἀφηβῶντες, τέταρτος δὲ ἐν ᾧ παντελοῦς ὑγιείας καὶ ῥώσεως μεταποιούμεθα, ὁπότε ἀποστρεφόμενοι τὰ φαῦλα τοῖς καλοῖς ἐγχειρεῖν δοκοῦμεν, πρότερον δὲ οὐκ ἔξεστι.