Ancient Greek
Fragment 23
Chrysippus, Fragmenta Moralia 23
Not analysed yet
Plut. de Stoic. repugn. cp. 15 p. 1040c. Πάλιν ἐν τοῖς περὶ Δικαιοσύνης ὑπειπὼν ὅτι τοὺς ἀγαθὸν ἀλλὰ μὴ τέλος τιθεμένους τὴν ἡδονὴν ἐνδέχεται σῴζειν καὶ τὴν δικαιοσύνην, θεὶς τοῦτο κατὰ λέξιν εἴρηκε· Τάχα γὰρ ἀγαθοῦ αὐτῆς ἀπολειπομένης, τέλους δὲ μή, τῶν δὲ δι’ αὑτὰ αἱρετῶν ὄντος καὶ τοῦ καλοῦ, σῴζοιμεν ἂν τὴν δικαιοσύνην, μεῖζον ἀγαθὸν ἀπολιπόντες τὸ καλὸν καὶ τὸ δίκαιον τῆς ἡδονῆς. Cf. cp. 13. ubi plane eadem verba exstant. Plut. de comm. not. cp. 25 p. 1070d. ἔν γε τοῖς περὶ Δικαιοσύνης, εἰ μέν τις ὑπόθοιτο τὴν ἡδονὴν τέλος, οὐκ οἴεται σῴζεσθαι τὸ δίκαιον· εἰ δὲ μὴ τέλος ἀλλὰ ἁπλῶς ἀγαθόν, οἴεται· τὰς δὲ λέξεις οὐκ οἴομαί σε δεῖσθαι νῦν ἀκούειν ἐμοῦ καταλέγοντος· τὸ γὰρ τρίτον περὶ Δικαιοσύνης βιβλίον ἐστὶ πανταχόθεν λαβεῖν.