Ancient Greek
Fragment 234
Chrysippus, Fragmenta Moralia 234
Not analysed yet
Galenus περὶ τ. τ. ψυχῆς ἠθῶν ed. Bas. I 351 K. IV p. 816. θαυμάζω δὲ ἐν τῷδε τῶν Στωϊκῶν ἅπαντας μὲν ἀνθρώπους εἰς ἀρετῆς κτῆσιν ἐπιτηδείως ἔχειν οἰομένων, διαστρέφεσθαι δὲ ὑπὸ τῶν οὐ καλῶς ζώντων. ibid. K. p. 818. πάνυ δ’ ἠλίθιοί εἰσι καὶ οἱ διαστρέφεσθαι λέγοντες ἡμᾶς ὑπό γε τῆς ἡδονῆς, καίτοι γε αὐτῆς μὲν ἐχούσης πολὺ ⟨τὸ ἐπαγωγόν⟩, τοῦ ⟨πόνου⟩ ἀποστρεπτικοῦ τε καὶ τραχέος ὄντος.